PG 97, col. 1313

τὴν σύλληψιν τῆς άγόνου καὶ στείρας, ἵνα βεϐαιώσῃ
τῆς Παρθένου τὴν γέννησιν. Ὅθεν συνελήφθη ή ἁγία
Παρθένος Μαρία καὶ ἐγεννήθηο οὐχ ὥς τινες λέγουσι
μηνῶν ἑπτὰ, ἢ χωρὶς ἀνδρὸς, ἀλλὰ ἐννέα τελείων μη-
νῶν ἐγεννήθη · καὶ ἐξ ἐπαγγελίας μὲν, ἐξ ἀνδρὸς δὲ
συναφείας καὶ σπορᾶς. Ἐγεννήθη δὲ ὲκ τῆς ἁγίας
Παρθένου Μαρίας άπορῤήτως καὶ ἁνερμηνεύτως, ὡς
οἶδε μόνος ἐκεῖνος, χωρὶς τῶν τῆς σαρκὸς θελημά-
των, καὶ τέλειος ὑπάρχων Θεὸς, ὁ Κύριος ἡμῶν ’1η-
σοῧς Χριστὸς, καὶ παρ’ αὐτοῦ τῆς κατὰ σάρκα οἰ-
κονομίας τέλεια προσελάϐετο, καθὼς καὶ τὴν τῶν ⁸
ἀνθρώπων φύσιν ἐδημιούργησε καὶ ἔπλασε τὸ κατ-
αρχὰς. Ταύτην οὖν τὴν ἡμέραν πανηγυρίζομεν, ὡς
ἀνάμνησιν ἔχουσαν τῶν ὑπ’ ἀγγέλου δοθέντων χρη-
σμῶν, τὴν ἁγίαν σύλληψιν εὐαγγελισαμένου τῆς ἁγ-
νῆς Θεομήτορος. Οὓς ἔργα ποιῶν, ὁ ὲκ τοῦ μηδενὸς
ὑποστήσας τὰ σύμπαντα Θεὸς, διήγειρε τὴν στει.
ρεύουσαν νηδὺν είς καρπογονίαν · καὶ τὴν ὲν ἀπαιδίᾳ
τὸν βίον καταγηράσασαν, παιδοτόκον μητέρα παρα·
δόξως ὲργάξεταν ἄξιον πέρας τῆς δικαίας αἰτήσεως
τῶν δικαίων ταύτην παρασχὼν, ἐξ ἦς αὐτὸς ἔμελλε
σαρκοφᾴρος Θεὸς προελθεῖν · εἰς ἁναγέννησιν τοῦ
παντὸς, θυγατέρα τεκεῖν τοὺς σώφρονας εὐδοκήσας
γεννήτορας Θεοῦ, καὶ ἀνθρώπων μεσίτορας, τὴν πρὸ
αἰώνων ὲκ πασῶν γενεῶν γενήσεσθαι προωρισμένην
τε καὶ ὲλελεγμένην. Τελεῖται δὲ αὕτη ή σύναξις ὲν
τῷ σεϐασμίῳ οἴκῳ τῆς Θεοτόκου, τῷ ὸντι ἐν τοῖς
Εύουρὰνοις πλησίον τῆς ἁγιωτάτης ἐκκλησίας.
ᾨδὴ ζ’. Τοὺς ἐν καμίνῳ παῖδας.
Τῆς ἀπαιδίας ὄνειδος φυγεῖν ’ἱκέτευεν ’Δννα τὸν
Δεσπότην τοῦ παντός’ καὶ τῆς αὐτῆς ὁ συμπαθὴς
φωνῆς άκούσας,τὴν αὐτὸν κυήσασαν καρπὸν παρ.
ἐσχεν αὐτῇ, καθὼς ηὐδόκησε.
Βασιλικὴ πορφύρα ὲν τῇ σῇ ἁπάρχεται, Ἄννα,
ἔξυφαίνεσθαι γαστρὶ, ῆν ὁ Θεὸς καὶ βασιλεὺς πάντων
φορέσας, τοῖς βροτοῖς ὀφθήσεται, καὶ ταπεινώσει
ἐχθροὺς τοὺς πολεμοῦντας ἡμᾶς.
Τὸ μῦρον τὸ εὑῶδες ὲν γαστρὶ συνέλαϐες, Ἀννα,
τὴν τὸ μύρον τῆς ζωῆς ὑπερφυῶς είσδεξαμένην τὸν
Δεσπότην ° τὸν πνοαῖς τῆς χάριτος τὰς διανοίας
ἡ μῶν εύωδιάσαντα.
Ὦς Τριάδος ἕνα σε, Χριστὲ, δοξάζομεν, ὅτιὲκ
Παρθένου σαρκωθεὶς δίχα τροπῆς, ἀνθρωπικῶς
πάντα ἠνέσχου, μὴ ἐκστὰς φύσεως τῆς πατρικῆς, ⁷
Ἰησοῦ, εἰ καὶ ἠνώθης ἡμῖν.
’ῼδὴ η’. Ὃν φρίττουσιν ἄγγελοι.
Δαῦὶδ ἢν προέφησε βασίλισσαν, ἰδοὺ γαστρὶ ύπο-
δέχομαι, ἡ Ἀννα ἐκϐοᾷ, καὶ τέξω τὴν πάντων προ-
στασίαν πιστῶν, τὴν τὸν βασιλέα Χριστὸν μέλλουσαν
“xxiii ἥν κατῴκησεν ὁ γῆς Ἀημιουργὸς , τὸ σκῆ-
ι Psal. mv, l0. ’

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.