PG 98, col. 1297

μβ. Τὸ ἔως πολλαχοῦ (7) οὐκ ἐπὶ χρόνου λέγει,
ἀλλʼ ἐπὶ τοῦ αὐτοῦ πράγματος· ὡς τὸ, « Καὶ ἐν τῇ
σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ ἕως οὗ παρέλθῃ ἡ ἀνο-
μία. » Οὐ γὰρ μετὰ τοῦτο τῆς πρὸς Θεὸν ἐλπίδος
ἔμελλεν ἀπαλλάττεσθαι· καὶ, « Ἐως ἄν θῶ τοὺς
ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· » καὶ, « Ἐγώ
εἰμι ἔως ἀν καταγηράσητε. » Καὶ, « Ἐκζητήσατε
τὸν Εύριον ἐως τοῦ ἐλθεῖν ὑμῖν γεννήματα δικαιοσύ-
νης· » καὶ, « Οὐ προσέθετο Σαμουὴλ ἰδεῖν τὸν Σαοὺλ
ἕως ἡμέρας θανάτου αὐτοῦ· » καὶ τὸ, « Ἰδοὺ ἐγὼ
μεθʼ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντε-
λείας τοῦ αἰῶνος· » καὶ, « Οὐκ ἐγίνωσκεν αὐτὴν,
ἔως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον. »
μγ. Τῇ τῶν χρόνων ἐναλλαγῇ κέχρηται συνεχῶς·
μέλλοντι μὲν ἀντὶ παρεληλυθότος· ὡς τὸ, « Λούσω
καθʼ ἐκάστην νύκτα τὴν κλίνην μου· » ἀντὶ τοῦ,
ἄλουσα· καὶ, « ΤἘἘν ποταμῷ διελεύσονται ποδί· »
ἀντὶ τοῦ, διῆλθον· καὶ, « Ὡς χελιδὼν οὕτω φωνή-
σω. » Καὶ παρεληλυθότι ἀντὶ μέλλοντος· ὡς τὸ,
« Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος εἰσ-
ήκουσέ μου· » ἀντὶ τοῦ, εἰσακούσεταί μου· καὶ,
« Τότε ἔσπευσαν ἡγεμόνες Ἐδώμ. » Καὶ μέλλοντι
ἀντὶ ἐνεστῶτος· ὡς τὸ, « Παροικήσουσι καὶ κατα-
κρύψουσιν· » ἀντὶ τοῦ, παροικοῦσι· καὶ, « bθέγ--
ξονται καὶ λαλήσουσιν. »
μὸ. Τὸν αἰῶνα τριχῶς λέγει· ἤτοι τὸν τῆς ζωῆς
ἐκάστου χρόνον, ἢ τὴν τοῦ χρόνου καθόλου παρέκτα-
αιν, ἢ τὸ διηνεκές τε καὶ ἀτελεύτητον· ἐπὶ μὲν οὗν
τοῦ τῆς καθʼ ἕκαστον ζωῆς χρόνου· ὡς τὸ, « Καὶ
ἐκοπίασεν εἰς τὸν αἰῶνα, καὶ ζήσεται εἰς τέλος· »
καὶ, « Ἐδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα
αἰώνος· » καὶ, « Εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι·
ἄχρις ἂν ζῶ καὶ εἰμί· » καὶ, « Οὐ σαλευθήσεται εἰς
τὸν αἰῶνα ὁ κατοικῶν Ἰερουσαλήμ· » καὶ, « Δουλεύ-
σει σοι εἰς τὸν αἰῶνα· « καὶ, « Οὐ μὴ νίψῃς τοὺς
πόδας μου εἰς τὸν αἰῶνα· » καὶ, « Οὐ μὴ φάγω κρέα
εἰς τὸν αἰῶνα· » καὶ, « Οὐ μὴ διψήσῃ εἰς τὸν
αἰῶνα. »
Ἐπὶ δὲ τῆς τοῦ χρόνου καθόλου παρεκτάσεως· ὡς
τὸ, « Κἰσελεύεεται ἕως γενεᾶς πατέρων αὐτοῦ, ἔως
αἰῶνος οὐκ ὄψεται φῶς· » ἀντὶ τοῦ, Ἀχρις ἂν ἡ
παροῦσα μένῃ κατάστασις· οὐ γὰρ ἐπʼ ἀναιρέσει
τῆς ἀναστάσεως ἀπεράντως ἐφθέγξατο· καὶ, « νει-
δος αἰώνιον ἔδωκεν αὐτοῖς· ἐπὶ τῶν ἀλλοφύλων, ἵνα
εἴπῃ χρόνιον, ὥστε καὶ ὑπὸ τῶν αὗθις αἰσχίστων
μνημονεύεσθαι· » καὶ τὸ, « Εἰς μνημόσυνον αἰώνιον
ἔσται δίκαιος· » καὶ, « Ἰσραὴλ σώζεται ὑπὸ Κυρίου
σωτηρίαν αἰώνιον· » καὶ, « Οὐδὲ μὴ ἐντραπῶσιν
ἔως (8) τοῦ αἰῶνος ἐν δρει Σιὼν, ἀπὸ τοῦ νῦν καὶ εἰς
τὸν αἰῶνα· » Ἀντὶ τοῦ, ἐπὶ πολὺν χρόνον. Καὶ,
ε Ἰουδαία εἰς τὸν αἰῶνα κατοικισθήσεται. »
τοῦδε τίθησι, τὸ μετὰ τοῦτο δὲ οὐκ ἀναίνεται, Naα. mone, c. 2I.
9a. II De tio, Similia vidc apud Dasl M. IHom.
in Nm. Chrisd, p. 2ῦῦ, ct apu t fsidor. IPetus. πήσονται.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.