PL 23, col. 702
De viris illustribus (Hieronymus Stridonensis), J. P. Migne
In inglese: Jerome. Lives of Illustrious Men 101 · Jerome. Lives of Illustrious Men 102 · Jerome. Lives of Illustrious Men 103
Σαλούστιον ἔπαρχον, ἤτοι κατὰ Διοσκόρου, καὶ τῶν Λιβερτίνων,
καὶ ἕτερος λόγος Μυστηρίων, καὶ ὑπομνήματα
εἰς Ματθαῖον, καὶ εἰς τὸν Ἰὼβ ὁμιλίαι, ἃς ἁπὸ τοῦ Ἑλληνικοῦ
Ὠριγένους μετέφρασε, καὶ ἕτερος εὐφυέστατος λίβελλος
κατὰ Αὐξεντίου, καὶ πολλαὶ πρὸς διαφόρους Ἐπιστολαί.
Φασὶ δέ τινες γεγραφέναι αὐτὸν καὶ εἰς τὰ Ἄισματα
τῶν ᾀσμάτων, ἅπερ παρ' ἡμῖν ἐστιν ἄγνωστα. Ἐτελεύτησεν
ἐν Πικτάβῃ Βαλεντινιανοῦ καὶ Οὐάλεντος βασιλευόντων.
CAPUT CI.
936 Βικτωρῖνος, γένει Ἄφρος, Κωνσταντίου βασιλεύοντος,
ἐν τῇ Ῥώμῃ τὴν ῥητορικὴν διδάξας, ἐν τῷ ἐσχάτῳ
γήρᾳ Χριστιανὸς γενόμενος, κατὰ Ἀρείου λόγους διαλεκτικοὺς
πάνυ ἀμαυροὺς συνέγραψεν, οἵτινες παρὰ τῶν
πεπαιδευμένων μόνον νοοῦνται, καὶ ὑπομνήματα εἰς τὸν
Ἀπόστολον.
CAPUT CII.
Τῖτος, Βοστρήνων ἐπίσκοπος, ἐπὶ Ἰουλιανοῦ καὶ Ἰοβιανοῦ
βασιλευόντων, ἰσχυροὺς κατὰ τῶν Μανιχαίων συντάξας
λόγους, καὶ ἕτερα πολλὰ, ἐπὶ Οὐάλεντος ἐτελεύτησεν.
CAPUT CIII.
Δάμασος, Ῥώμης ἐπίσκοπος, εἰς ἐποποιΐαν εὐφυὴς,
πολλὰ καὶ σύντομα ἡρωϊκῷ μέτρῳ ἐξέδωκε, καὶ ὀγδοηκονταέτης
ἐπὶ Θεοδοσίου βασιλέως ἐτελεύτησεν.
CAPUT CIV.
Ἀπολλινάριος, Λαοδικείας τῆς Σύρων ἐπίσκοπος, πατρὸς