PL 54, col. 994

Epistolae (Leo I), J. P. Migne

καὶ τῇ ὄψει, καὶ τῇ ἁφῇ τοὺς τύπους τῶν
ἥλων, καὶ τῆς λόγχης τὸ τραῦμα διερευνησαμένων, ἡ
ἀμφιβολία ἅπασιν, ἐν ᾧ ἀμφέβαλλον, ἀφῃρέθη· οὕτω καὶ
νῦν ὁμοίως ἐν τῷ τὴν ἀπιστίαν τινῶν ἐλέγχεσθαι, πάντων
τῶν ἀμφιβαλλόντων αἱ καρδίαι ἐθεμελιώθησαν, καὶ
ἐχρησιμεύθη ἅπασιν εἰς φωτισμὸν, ὅπερ τισὶν ἐπήνεγκε
τύφλωσιν. Ἐν ᾧ ἔργῳ ἀξίως, καὶ δικαίως μεγαλαυχεῖ ἡ
ὑμετέρα μεγαλειότης, ἥτις πιστῶς, καὶ κυρίως προενόησεν,
ὅπως τὰς ἀνατολικὰς ἐκκλησίας ἡ τοῦ διαβόλου
ἐπιβουλὴ μὴ βλάψῃ, ἀλλ' εἰς τὸ ἐξιλεώσασθαι τὸν Θεὸν
δεκτὰ πανταχοῦ προσενεχθεῖεν ὁλοκαυτώματα· ὁπότε διὰ
τοῦ μεσίτου Θεοῦ καὶ ἀνθρώπων Ἰησοῦ Χριστοῦ 1148 ἡ
αὐτὴ ἐξομολόγησις τῶν δήμων, καὶ αὐτὴ τῶν ἱερέων ἡ αὐτὴ
τῶν βασιλέων, γαληνότατε υἱὲ, καὶ αὐτόκρατορ αὔγουστε.
Τούτων δὲ ἡ εὐοδία τοσαύτη, γεγένηται σύνοδος,

καλῷ καὶ εὐκταίῷ τέλει συντεθέντων, θαυμάζω καὶ πάσχω,
ὅτιπερ τὴν εἰρήνην τῆς εἰρήνην τῆς καθολικῆς ἐκκλησίας τὴν
θεόθεν τεθεμελιωμένην ἀμβιτίονος πὰλιν ἐπιχείρησις ταράττοι·
εἰ καὶ τὰ μάλιστα γὰρ χρησίμως ἑαυτοῦ ὁ ἀδελφὸς
ὁ ἐμὸς Ἀνατόλιος προνενοηκέναι φαίνεται, ώστε τῶν
αὐτῶν χειροτονησάντων τὴν πλάνην παραλιμπάνων, εἰς
τὴν σύνεσιν τῆς καθολικῆς ἐκκλησίας σωτεριώδει διορθώσει
παρῆλθε, φυλάξαι δὲ ὅμως ὤφειλεν, ἵνα ἐκεῖνο,
οὗπερ ὑμετέρᾳ χάριτι φαίνεται, ἐπιτυχὼν, μηδεμιᾶς
ἐπιθυμίας φαυλότητι ταράξει. Ἡμεῖς γὰρ τῆς ὑμετέρας
πίστεως, καὶ τῆς μεσιτείας ἔχοντες τὴν προσοχὴν,
ὁπότε καὶ τὴν αὐθεντίαν τῆς ἰδίας χειροτονίας αἱ
ἀρχαὶ αὑτοῦ ἔσκαζον, ἀγαθοί τε περὶ αὐτὸν, ἢπερ δίκαιοι
εἶναι ἐβουλήθημεν· ὅπως τὰς ταραχὰς ἁπάσας,
αἵτινες ἐργαζομένου τοῦ διαβόλου ἐξηγέρθησαν, προσληφθεισῶν

θεραπειῶν, καταπαΰνωμεν, ἅτινα αὐτὸν
ἐπιεικῆ μᾶλλον, ἤπερ ἄμετρον ποιῆσαι ὤφειλεν, ὅστις εἰ
καὶ ἐξαιρέτοις τισὶ πράξεσι, καὶ καλλίστῃ κρίσει νομίμως
ἦν, καὶ εἰωθότως χειροτονηθεὶς, κατὰ κανόνων ὅμως
τῶν πατρικῶν, κατὰ τῶν τύπων τοῦ ἁγίου πνεύματος,
κατὰ τῶν τῆς ἀρχαιότητος ὑποδειγμάτων, οὐδαμῶς
ὤφειλε βοηθεῖσθαι, παρὰ χριστιανῷ, καὶ ἀληθῶς εὐλαβεῖ,
καὶ ὁρθοδόξῳ βασιλεῖ φθέγγομαι· πολύ Ἀνατόλιος ὁ
Ἀρχιεπίσκοπος τῆς ἰδίας ἀφαιρεῖται ἀξίας, εἰ παρανομῳ
αὔξεσθαι προκοπῇ εὔχεται· ἐχέτω, καθῶς εὐχόμεθα, 1150
Κωνσταντινουπόλις τὴν ἰδίαν δόξαν, καὶ
σκοπούσης τῆς τοῦ Θεοῦ δεξιᾶς, πολυχρονιούσης ὑμετέρας

Testo del Corpus Corporum (Università di Zurigo).

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.