PL 77, col. 198

Dialogi (Gregorius I), J. P. Migne

ἠγοῦμαι δίκαιον. Ἑλεγε γὰρ, ὅτι ἐν μιᾷ ἡμέρᾳ εἰσελθόντος
αὐτοῦ εἰς τὸν κῆπον, εὗρε πολὺ πλῆθος κάμπης,
ὥστε ὅλον τὸν κῆπον σκεπασθῆναι, πᾶν δὲ λάχανον ἀπολλύμενον θεασάμενος, πρὸς τὴν αὐτὴν κάμπην ἐπιστραφεὶς,
εἶπεν· Ὀρκίζω ὐμᾶς ἐν τῷ ὀνόματι τοῦ κυρίου καὶ
Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀναχωρήσατε
ἐντεῦθεν, καὶ τὸ λάχανον τοῦτο φαγεῖν μὴ τολμήσητε.
Ἐν δὲ τῷ λόγῳ τοῦ ἀνθρώπου τοῦ Θεοῦ εὐθέως ἅπαν τὸ
πλῆθος ἐκεῖνο ἐξῆλθεν, ὡστε μηδὲ ἓν ἔνδον τοῦ κήπου
ἀπομεῖναι. Τί δὲ θαυμαστὸν, ὅτι ταῦτα
ἅπερ ἐν τῷ τῆς
ἐπισκοπῆς αὐτοῦ χρόνῳ πεποίηκε διηγούμεθα, ὅτε χάριτι
τοῦ παντοδυνάμου Θεοῦ, σὺν τῷ τῆς ἰερωσύνης
τάγματι καὶ τοῖς θαύμασιν ἅμα ἐπηύξησεν; ἐκεῖνα δὲ
θαυμασιώτερα μᾶλλον ὑπάρχουσιν, ἅπερ ἀκμὴν νηπίου
αὐτοῦ ὀντος πεποιηκέναι αὐτὸν ἐμαρτύρει ὁ γέρων οὖτος

ὁ κληρικός. Ἔλεγε γὰρ περὶ αὐτοῦ, ὅτι ἔτι παρὰ τῇ μητρὶ
ὢν, πάνυ νήπιος ὑπάρχων, ἐξερχόμενος ἐκ τοῦ οἴκου
αὐτοῦ, ποτὲ μὲν ἄνευ ὑποκαμισίου, ποτὲ δὲ ἄνευ στιχαρίου 191 ὑπέστρεφεν. Ἡνίκα γὰρ γυμνόν τινα ἐθεάσατο,
ἀποδυόμενος ἅπερ ἠμφίεστο, τοῦτον ἐνέδυε, μόνοις
τοῖς τοῦ παντοδυνάμου Θεοῦ ὀφθαλμοῖς τοῦτο κατοπτεύεσθαι
θέλων, παρ' οὗ καὶ τὸν μισθὸν ἤλπιζε.
Συχνοτέρως δὲ παρὰ τῆς οἰκείας μητρὸς ἐπετιμᾶτο
λεγούσης, μὴ εἶναι δίκαιον, αὐτὸν ἐνδεῆ ὑπάρχοντα, τοῖς
πτωχοῖς ἐνδύματα δωρεῖσθαι. Ἐν μιᾷ δὲ ἡμέρᾳ εἰς τὸ
ὅῤῥεον εἰσελθοῦσα, σχεδὸν ὅλον τὸν σῖτον ὃν εἰς διοίκησιν
τοῦ οἴκου αὐτῆς παντὸς τοῦ ἐνιαυτοῦ ἑτοιμάσασα ἦν,
εὗρε παρὰ τοῦ υἱοῦ αὐτῆς τοῖς πτωχοῖς παραδοθέντα.
Τοῦτο δὲ θεασαμένη ἤρξατο θρηνεῖν, καὶ τὸ πρόσωπον
αὑτῆς τύπτειν, ὡς τοῦ ἐνιαυτοῦ παντὸς τὴν τροφὴν ἀπολέσασα.

Ἐν τούτοις δὲ ὁ τοῦ Θεοῦ παῖς Βονιφάτιος κατέλαβεν,
ὅστις αὐτὴν λόγοις παραινετικοῖς καταπραύνειν
ἤρξατο. Εἰς οὐδὲν δὲ τὴν αὐτοῦ παραίνεσιν ταύτης λογισαμένης,
παρακαλεῖν αὐτὴν ἤρξατο, ὅπως ἐκ τοῦ ὁῤῥέου
ἐξέλθῃ, ᾧ σῖτος ὀλίγος ἐναπομείνας ἦν. Ταύτης δὲ ἐξελθούσης,
ὁ τοῦ Θεοῦ παῖς ἑαυτὸν εἰς εὐχὴν ἐν αὐτῷ τῷ
τόπῳ ὑπέστρωσεν, καὶ μετ' ὀλίγον ἐξελθὼν τὴν ἑαυτοῦ
μητέρα εἰς τὸ ὃῤῥεον εἰσήγαγεν, ὅπερ παραχρῆμα γέμον
σίτου εὑρέθη ὑπερεκπερισσοῦ τοῦ πρώην, οὗπερ ἡ μήτηρ
αὐτοῦ σωρεύσασα ἦν, χαίρουσα εἰς τὴν τοῦ παντὸς
ἐνιαυτοῦ διοίκησιν· τοῦτο δὲ τὸ θαῦμα θεασαμένη, κατανυγεῖσα
ἤρξατο λέγειν αὐτῷ διαδοῦναι ὅπου βούλεται,
ἡνίκα οὕτω συντόμως δύναται λαβεῖν, ὅπερ παρὰ τοῦ
Θεοῦ αἰτεῖται. Ἡ αὐτὴ τοίνυν ἐν τῷ τοῦ οἴκου αὐτῆς
προαυλίῳ ἔθος εἶχεν ὀρνίθια ἀνατρέφειν. Ἐκ δὲ προσπαρακειμένου

ἀγροῦ ἀλώπηξ ἐρχομένη, ταῦτα ἐλάμβανεν.
Ἐν μιᾷ δὲ ἡμήρᾳ, ἐν ὅσῳ ἐν τῷ αὐτῷ προαυλίῳ ὁ
παῖς Βονιφάτιος ἵστατο, ἡ ἀλώπηξ κατὰ τὸ ἔθος ἐλθοῦσα,

Testo del Corpus Corporum (Università di Zurigo).

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.