PL 96, col. 1234
Epistolae (Adrianus I), J. P. Migne
δεσπόται καὶ τέκνα, τὰς προειρημένας χρήσεις τῶν
ἁγίων Πατέρων περιήλθομεν βραχέως. Ἀλλὰ καὶ τῆς
θείας Γραφῆς τῆς Παλαιᾶς καὶ Νέας Διαθήκης ἡ ἱστορία
μαρτυρεῖ περὶ τῆς παραφυλακῆς τοῦ θείου σεβάσματος,
ὅτι τὰ πρὸς ἔπαινον τοῦ Θεοῦ ἐν ταῖς
ἐκκλησίαις εἰς μνημόσυνον τῆς εὐσεβοῦς ἐργασίας τῇ
τοῦ Θεοῦ. ἐπινεύσει καθιστάμενα, εἰσι κατὰ τὴν παράδοσιν
τῶν ἁγίων Πατέρων περὶ συστάσεως τῶν ἱερῶν
εἰκόνων, καὶ τῆς θείας [Θ. περὶ τῆς συστάσ. τ. ε. εἰ
καὶ παρὰ τῆς θείασ] Γραφῆς ἐν ζωγραφίᾳ ὑπαρχούσης,
καθὼς ἐν αὐτῇ τῇ ἀποστολικῇ ἀναφορᾷ τῇ Θεοκυρώτῳ
γαλήνῃ τῆς ὑμετέρας δυναστείας μετὰ πάσης
ταπεινώσεως καὶ εἰλικρινοῦς καρδίας ἐπετηδεύσαμεν
ἀναγαγεῖν. Ὅθεν καὶ τὰς ἐκ διαφόρων καὶ εὐδοκιμωτάτων
πατέρων λεπτομερῶς μαρτυρίας, τῶν τὰς αὐτὰς
ἱερὰς εἰκόνας συστησάντων, τηρητέον ἐστὶ, καθὼς
ἐν ταῖς βίβλοις αὐτῶν εὑρίσκομεν, καὶ τῇ ὑμετέρᾳ
ἐπιεικετάτῃ βασιλείᾳ ἐπετηδεύσαμεν ἀναγαγεῖν· δυσωπῶ
δὲ μετὰ μεγάλου πόθου καρδίας τὴν ὑμετέραν
πρᾳότητα, καὶ ὡς παρὼν γονυπετῶν, καὶ τοῖς ὑμετέροις
ἴχνεσι κυλινδούμενος ἱκετεύω, καὶ ἐνώπιον τοῦ
Θεοῦ παρακαλῶ καὶ ὁρκίζω, τὰς αὐτὰς ἱερὰς εἰκόνας
ἐν αὐτῇ τῇ Θεοφυλάκτῳ καὶ βασιλίδι πόλει, καὶ ἐν
τοῖς ἀμφοτέροις μέρεσι τῆς Γραικίας, εἰς τὴν ἀρχαίαν
βάσιν συστῆσαι καὶ στηρίξαι κελεύσατε, φυλάττοντες τὴν
παράδοσιν ταύτης τῆς ἡμετέρας ἱερωτάτης καὶ ἁγιωτάτης
Ἐκκλησίας, καὶ ἀποῤῥίπτοντες καὶ βδελυσσόμενοι τῶν
ἀσεβῶν αἱρετικῶν τὴν δεινοτητα, ἵνα ταύτην τὴν ἡμετέραν
ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν Ῥωμαϊκὴν Ἐκκλησίαν
τὴν ἀκατάληπτον [L. ἀνεπίληπτον] ἐναγκαλίσησθε [L. ἵνα
ὑμᾶς αὐτοὺ ἡ ἡμετέρα ἁγία καθολ. καὶ ἀποστ. Ῥωμαϊκὴ
Ἐκκλησία ἡ ἀνεπίληπτος ἐναγκαλήσηται].
EPISTOLA LVII. AD TARASIUM PATRIARCHAM.
Τῷ ἠγαπημένῳ ἀδελφῷ Ταρασίῳ πατριάρχῃ, Ἀδριανὸς
δοῦλος τῶν δούλων τοῦ Θεοῦ.
Ποιμαντικαῖς φροντίσιν, ἐν αἷς ἁρμόζει ποιμαίνειν
τὸν λαὸν τοῦ Θεοῦ, καὶ λεπτοτάτῳ λογισμῷ κατανοοῦντες,
ὃν τρόπον ἡ τοῦ κηρύγματος φωνὴ ὑγιὴς
ὑπὸ κήρυκος ἐν παντὶ καιρῷ ὀφείλει κηρύττεσθαι, καὶ
ὁποῖος ὁ ποιμὴν ἐν συμπαθείᾳ, καὶ ὁποῖος ἐν ἀναστροφῇ
ὀφείλει εἶναι, ἵνα τοῖς πᾶσι πλησίον τῇ συμπαθείᾳ γένηται,
καὶ τοῖς ὅλοις τῇ ἀναστροφῇ ἐπίσημος· καὶ
ὅπως ἂν πρὸς ἑαυτὸν διὰ τῆς εὐσεβοῦς εὐπλαγχνίας
τὰς τῶν ἁπάντων ἀῤῥωστίας μετενέγκῃ, ἢ καὶ διὰ
τῆς ὑψηλοτάτης ἐπιβλέψεως ἑαυτοῦ αἰτούμενος εἰς
τὰ θεῖα πάντας μεταβιβάσῃ [L. ἑαυτοῦ ἐπὶ τὰ θεῖα
διαβαίνῃ]· περὶ τούτων πάντων συνείδομεν τῇ ὑμετέρᾳ
ἠγαπημένῃ ἁγιωσύνῃ καὶ ἱερατικῇ ὁμονοίᾳ προσφθέγξασθαι,