PL 96, col. 394

Epistolae (Leo II), J. P. Migne

τοῦτο τοῖς λύκοις ἀλώσιμα· ἑνὶ δὲ καὶ μόνῳ ποιμένι
τῷ καλῷ ποιμαινόμενα, ᾧ καὶ ὑμεῖς συμποιμαίνειν
ἐτάχθητε, καὶ ὑπὲρ τῶν προβάτων τιθέναι τὴν ψυχὴν
διετάχθητε. Οὐκοῦν ἀνδρίζου, καὶ ἴσχυε, καὶ τὴν τοῦ
λόγου ῥομφαίαν περίζωσαι· καὶ θείῳ ζήλῳ ταύτην
παράθηξον, καὶ στῆθι ἑδραῖος τῆς εὐσεβείας ὑπέρμαχος,
καὶ πᾶσαν αἱρετικὴν ἀκοὴν καὶ εἰσήγησιν
ἐκτεμεῖν προθυμήθητι, καθὰ καὶ Πέτρος, τὸ πρότερον
τὸ τῆς Ἰουδαϊκῆς ἀκροάσεως αἰσθητήριον τῇ μαχαίρᾳ
πατάξας ἀφείλετο, τῆς νομικῆς τε καὶ ἀνδραποδώδους
συναγωγὴς προδιαγράφων τὴν κώφευσιν·
ἀνάτεινον τὴν ἀξίνην τοῦ Πνεύματος, καὶ πᾶν δένδρον
καρπὸν ἐκφύον αἱρέσεως ἢ κατηχήσεσι μεταφύτευσον,
ἢ κανονικαῖς ἐπιτιμήσεσιν ἔκκοψον, καὶ εἰς τὸ πῦρ
τῇ μελλούσης γεεννης παράπεμψον, ἵνα πάντοθεν

τῶν τὴν πίστιν λυμαινομένων ἐκτεμνομένων, ἐῤῥωμένον
ᾖ καὶ ὁλόκληρον τῆς Ἐκκλησίας τὸ σῶμα, τῇ
εἰρήνῃ τοῦ Πνεύματος συσφιγγόμενόν τε καὶ συναρμολογούμενον·
ἧς ἀκλονήτου μενούσης κλονεῖται μὲν
τῶν δυσμενῶν ἡ στάσις τε καὶ ἀντίστασις, ἐρείδεται
δὲ τῇ πέτρᾳ τῆς πίστεως ὁ θρόνος τῆς ἡμῶν γαληνότητος,
ἰθύνεται δὲ πρὸς τὸ συμφέρον τοῦ ἡμετέρου
κράτους τὰ βουλεύματα καὶ κινήματα, τῆς
ὅλης δὲ πολιτείας Ῥωμαϊκῆς ἡ κατάστασις συγγαληνιᾷ
τῇ γαλήνῃ τῆς πίστεως. Προτρέπομεν δὲ τὴν
ὑμετέραν πανίερον κορυφὴν ἀνυπερθέτως ἐκπέμψαι τὸν
παρ' αὐτῆς ὁριζόμενον ἀποκρισιάριον, ἐφ' ᾧ τοῦτον
κατὰ τὴν βασιλίδα, καὶ θεοφύλακτον ἡμῶν διάγειν
πόλιν, καὶ ἐν τοῖς ἀνακύπτουσιν εἴτε δογματικοῖς, εἴτε κανονικοῖς καὶ ἁπλῶς ἐκκλησιαστικοῖς ἅπασι
πράγμασι τὸ τῆς ὑμετέρας ἁγιωσύνης ἐξεικονίζειν πρόσωπον. Ἔῤῥωσο ἐν Κυρίῳ, μακαριώτατε, καὶ
ὑπερεύχεσθαι τοῦ ἡμετέρου κράτους συντονώτερον διανάστηθι.
Ἡ ὑπογραφὴ τοῦ εὐσεβεστάτου βασιλεως.
Τὸ Θεῖόν σε περιφυλάξῃ ἐπὶ πολλοὺς χρόνους, ἁγιώτατε
καὶ μακαριωτατε Πάτερ.
EPISTOLA II. EJUSDEM IMPERATORIS AD SYNODUM ROMANAM.

Πάσαις ταῖς ἁπανταχοῦ ἁγίαις συνόδοις ταῖς ἀνηκούσαις
τῇ συνόδῳ τοῦ ἀποστολικοῦ θρόνου.
Φαιδρὸς ὑμῶν καὶ περίβλεπτος ὁ πανίερος σύλλογος,
ὅν ὑπὲρ τῆς Ἐκκλησίας συνήθροισε τὸ Πνεῦμα τὸ
ἅγιον, καὶ τοῖς τῆς εὐσεβείας λόγοις ἐξώπλισε· δι'
ὧν τοὺς ἐνεδρεύοντας τῇ πίστει κατεμαχήσασθε,
ταξιάρχῃ τῷ ἱεράρχῃ καὶ οἰκουμενικῷ πατριάρχῃ
παρασπίζοντα, ᾧ καὶ συνειρηνεύειν ἐμάθετε, καὶ συμπολεμεῖν
ἐδιδάχθητε. « Καιρὸς γὰρ τῷ παντὶ πράγματι »

τῷ Σαλομῶντι δοκεῖ. Καλὸν μὲν γὰρ ἦν καὶ
τὸ εἰρηνεύειν πρὸς ἅπαντας, ἀλλ' ὁμονοοῦντας πρὸς
τὴν εὐσέβειαν· κρεῖττον δὲ τὸ πολεμεῖν, ὅτε τὸ εἰρηνεύειν
τὴν ἐπὶ τῷ κακῷ συμφωνίαν ἐργάζεται.
Ἀμέλει δὴ καὶ ὁ Κύριος ἔφασκεν· « Οὐκ ἦλθον βαλεῖν
εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν. » Μαχαίρᾳ δὲ ὁ

Testo del Corpus Corporum (Università di Zurigo).

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.