PL 96, col. 407

Epistolae (Leo II), J. P. Migne

Πέτρου τοῦ κορυφαίου τῶν ἀποστόλων ἐν
αὐτῷ ἐπιγινώσκουσα, καὶ σημεῖα ὁλοκλήρου εὐσεβείας
ἐν αὐτῷ τούτῳ διασκεπτομένη. Ἡ οὖν ἁγία οἰκουμενικὴ
καὶ μεγάλη ἕκτη σύνοδος, ἣν ἐπινεύσει Θεοῦ
σπουδαίως ἡ ὑμῶν φιλανθρωπία συνεκάλεσέ τε καὶ
προηγήσατο ἕνεκεν τῆς εἰς Θεὸν ὑπουργίας, ἐν πᾶσι
τῷ ἀποστολικῷ κανόνι καὶ τῇ διδασκαλίᾳ τῶν ἐκκρίτων
πατέρων ἐξηκολούθησεν. Καὶ ἐπειδὴ, ὡς
προείρηται, τῆς ὀρθῆς πίστεως τὸν ὅρον τελείως
ἐκήρυξεν, ὅνπερ καὶ ὁ ἀποστολικὸς θρόνος τοῦ μακαρίου
Πέτρου τοῦ ἀποστόλου, οὗτινος τὴν διακονίαν
εἰ καὶ ἀνάξιοι ὄντες ἐκτελοῦμεν, σεβασμίως ἐδέξατο·
διὸ δὴ καὶ ἡμεῖς, καὶ διὰ τῆς ἡμετέρας τάξεως οὗτος
ὁ προσκυνητὸς καὶ ἀποστολικὸς θρόνος ὁμογνωμόνως
τε καὶ ὁμοψύχως τοῖς παρ' αὐτῆς ὁρισθεῖσι

συναινεῖ, καὶ τῇ αὐθεντίᾳ τοῦ μακαρίου Πέτρου βεβαιοῖ
καθάπερ ἐπὶ στερεᾷ πέτρᾳ, ἥτις ἐστὶν ὁ Χριστὸς,
ἀπ' αὐτοῦ τοῦ Κυρίου τὴν στεῤῥότητα κομιζομένοις.
Διὰ ταῦτα οὖν καθὼς δεχόμεθα, καὶ βεβαίως
κηρύττομεν, τὰς πέντε ἁγίας καὶ οἰκουμενικὰς συνόδους,
τήν τε ἐν Νικαίᾳ, καὶ Κωνσταντινουπόλει, καὶ
τὴν ἐν Ἐφέσῳ πρώτην, καὶ τὴν ἐν Χαλκηδόνι, καὶ πάλιν
τὴν ἐν Κωνσταντινουπόλει· ἅστινας καὶ πᾶσα ἡ τοῦ
Χριστοῦ Ἐκκλησία κυροῖ, καὶ ταύταις ἀκολουθεῖ·
οὕτω καὶ τὴν νεωστὶ ἐν τῇ βασιλευούσῃ πόλει εὐσεβεῖ
ἐπινεύσει [ἐπαγωνίσματι, L.] τῆς ὑμετέρας
γαληνότητος ἐπιτελεσθεῖσαν ἁγίαν ἕκτην σύνοδον, ὡς
ταῦτα ἑρμηνεύουσαν, καὶ ταύταις ἐπακόλουθον, τῷ
ὁμοίῳ σεβάσματι κρίνοντες δεχόμεθα, καὶ ἀξίως
ἅμα ταύταις συναριθμηθῆναι αὐτὴν ψηφιζόμεθα, ὡς

καὶ αὐτὴν ὡσαύτως τῇ τοῦ Θεοῦ χάριτι συναθροισθεῖσαν,
εἶτα δὲ καὶ τοὺς ἐν αὐτῇ πιστῶς συνελθόντας
ἱερεῖς τοῦ Χριστοῦ μετὰ τῶν ἁγίων Πατέρων
καὶ διδασκάλων τῆς τοῦ Θεοῦ Ἐκκλησίας ὁμοίως
ἀναφέρεσθαι κρίνομεν. Καὶ γὰρ καὶ ἐν τούτοις,
καθὼς καὶ ἐν ἐκείνοις τὸ αὐτὸ τοῦ Θεοῦ Πνεῦμα
τὴν τῶν ψυχῶν σωτηρίαν ἐνήργησε· καὶ ὁ ταύτης
καρπὸς ὁ ἀμάραντος τῇ ὑμετέρᾳ εὐσεθεῖ βασιλείᾳ
καταλογισθήσεται παρὰ τοῦ Κυρίου, ἧστινος τῷ
μόχθω συνεργούσης τῆς τοῦ Θεοῦ χάριτος θαυμαστῶς
ἀπετελέσθη εἰς αἰῶνας κηρυττομένῳ. Προσεπιτούτοις
συναναθεματίζομεν πάσας τὰς αἱρέσεις,
καὶ τοὺς τούτων ἅπαντας ἀρχηγοὺς καὶ σπεύστας,
οἵτινες κατὰ τῆς ὀρθοδόξου καὶ ἀποστολικῆς πίστεως
ταῖς τοῦ διαβόλου ἀπάταις κρατυνόμενοι πλάνας

ψεύδους ταῖς Ἐκκλησίας ἐπεχείρησαν παρεισαγαγεῖν·
τουτέστιν Ἄρειον, Σαβέλλιον, Μακεδόνιον, Ἀπολλινάριον,
Εὐνόμιον, Νεστόριον, Εὐτυχέα, Διόσκορον,
Τιμοθεον, Σεβῆρον, Θεμίστιον, Ὠριγένην τὸν καὶ Ἀδαμάντιον,
Δίδυμον, καὶ Εὐάγριον· ὡσαύτως τὰ συγγράμματα
Θεοδωρίτου τὰ κατὰ τῶν δεκαδύο κεφαλαίων
τοῦ ἁγιωτάτου Κυρίλλου μετὰ τῆς ἐπιστολῆς τῆς
λεγομένης Ἵβα πρὸς Μάρην τὸν Πέρσην σταλείσης·
ἅμα δὲ αὐτοῖς καὶ Ἰάκωβον, καὶ Θεόδωρον [L., Θεοδόσιον],
καὶ Γαϊανὸν, Ἄνθιμου, Ζωόραν, Δονάτον, Νοβάτον,
Πρισκιλλιανὸν, Παῦλον, Φωτεινὸν, Πελάγιον,
Κελέστιον, Ἰουλιανὸν, Φαῦστον καὶ Μαξιμῖνον· οὓς ἡ
ἁγία καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία ἐκ τοῦ καταλόγου
τῶν πιστῶν Πατέρων, ἅτε δὴ ζιζάνια τῆς

Testo del Corpus Corporum (Università di Zurigo).

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.