PG 10, col. 1037

καὶ διὰ τοῦτο οἱ κατέχοντες αὐτὰ καὶ μὴ ἀποκαθιστῶντες, ὼς ἄνωθεν εἴρηται, ἀδιαστίκτως καὶ ἐνι-
χονται καὶ κολάζονται.
ΖΩΝΑΡ. ’Ὁτι μὴ ἐξαπατάτω τὶς ἑαυτὸν, ὡς εὑρὼν
τὺ τοῦ ἀδελφοῦ πρᾶγμα ἐρριμμένον ἴσως καὶ ἀνεπι-
μέλητον κείμενον. Κᾶν γὰρ οὕτως εὕρῃ αὐτὸ, οὐκ
ἔξεστι κερδῆσαι αὐτὸ καὶ οἰκειώσασθαι τὸ ἀλλότριον·
κᾶν ἴσως ἀγνοῇ τὸν δεσπότην τοῦ πράγματος· χρεω-
στεί γὰρ λαϐεῖν αὐτὸ, καὶ φυλάξαι ἕως ὸ κύριος αὐ-
τοῦ γνῷ καὶ ζητήσῃ αὐτό. Καὶ τὰ τοῦ Δευτερονομίου
καὶ τὰ τῆς Ἐξόδου ἐπάγει λέγων ὅτι, Ἐὰν ἐν καιρῷ
είρὴνης ὁ ἀδελφός σου ἥ ὁ ἐχθρός σου ὲκ ῥᾳθυμίας
ἀπολέσῃ τὸ [διον, οὐκ ἕξεςτί σοι εὑρόντι αὐτὸ κὲρ-
δος ἴδιον ποιήσασθαι, ἀλλὰ ὲπανασῶσαι τῷ ἀπολέ-
σαντι αὐτὸ ἀπαιτῇ κατά τὸν νόμον τὸν παλαιόν’
πόσῳ μᾶλλον, ἐὰν τοῦ φεύγοντος ἀδελφοῦ σου ἢ τοῦ
αἰχμαλωτισθέντος εὑρήσεις πράγματα παρ’ αὐτῶν
ὲγκαταλειφθέντα, χρή σε φυλάξαι αὺτά καὶ ἀποδοῦ-
ναι τῷ δυσπραγοῦντι ;
ΚᾹΝΩΝ E' .
ι Ἄλλοι δὲ ἑαυτοὺς ἐξαπατῶσιν, αντὶ τῶν ἰδίων
ι τῶν ἀπολομένων δι εὗρον ἀλλότρια κατέχοντες· ἵνα
ι ἐπειδὴ αὐτοῖς Βοράδοι καὶ Γότθοι τὰ τοῦ πολέμου
ι είργάσαντο, αὐτοὶ ἄλλοις Βοράδοι καὶ Γότθοι γί-
‹ νωνται, Ἀπεστείλαμεν οὖν τὸν ἀδελφὺν καί συγγέ-
‹ ροντα Εὐφρόσυνον διὰ ταῦτα πρὸς ὑμᾶς, ῖνα κα-
ι τά τὸν ἐνθάδε τύπον καὶ αὐτὸς δώῃ ὁμοίως καὶ
‹ ὧν δεῖ τὰς κατηγορίας προσίεσθαι, καὶ οὓς δεῖ ὲκ-
t κηρύξαι τῶν εὐχῶν.»
ΒΑΛΣ. Ἀπολογησάμενος ὁ ἅγιος τὰ εἰκότα πρὸς
τ τοὺς λέγοντας, ὡς ἐρριμμένα καὶ ἀτημέλητα εὑρεῖν
τὰ τῶν αἰχμαλωτισθέντων πράγματα, καὶ διὰ τοῦτο
ἰδιώσασθαι αὐτὼ ἄρτι ἀπολογεῖται πρὸς τοὺς ἀντι-
ποιουμένους τῶν διαφερόντων τοῖς αίχμαλωτισθεῖσιν
ἀντὶ τῶν φθασάντων παρὰ τῶν πολεμίων ἀφαιρεθῆναι
πραγμάτων αὐτῶν, Φησὶ γὰρ ὡς καὶ τοῦτο ἀπάτη
ἐστὶ καὶ. ματαία πρόφασις. Οὐδὲ γὰρ δίκαιόν ἐστι
τούτους γεγονότας παρανάλωμα πολεμίου βαρϐαρικοῦ
μὴ καρτερῆσαι, ἀλλά γενέσθαι αὐτοὺς πολεμίους
τῶν ἀδελφῶν, καὶ χρηματίσαι είς τούτους ἄλλους
βαρϐάρους. Διά ταῦτα ἀπεστείλαμεν, λέγει, τὸν ἀδελ· ι)
φὺν Εὑφρόσυνον πρὸς ὑμᾶς, ἴνα κατὰ τδν ἐνταῦθα
τύπον, ἡγουν, καθὼς ἡμεῖς ἐνταῦθα ἐποιήσαμεν.
δώῃ τύπον καὶ αὐτόθι ὥστε οὓτω ποιεῖν ὑμᾶς. Εῐτά
φησιν ὡς ό αὐτὸς Εὑφρόσυνος ἀναδιδάξει τίνας δεῖ
προσδέχεσθαι κατηγοροῦντας κατά τινων, καὶ τίνας
χρὴ ἀποκηρύττειν τῆς Ἐκκλησίας καὶ τῆς κοινωνίας
τῶν πιστῶν.
ΖΩΝΑΡ. Τινὲς, φησιν, ἀπολέσαντες οἰκεῖα πράγ-
ματα, καὶ εὑρόντες ἀλλότρια, λέγουσι κατέχειν αὐτὰ,
ἀνθ’ ὧν ἀπώλεσαν, ἐξαπατῶντες ἑαυτούς. Ὅπερ γὰρ,
φησιν, ἐγένοντο ἐκείνοις οι πολέμιοι βάρὸαροι, τοῦτο
γίνονται αὐτοὶ τοῖς ἀδελφοῖς. Ἥρπασαν οἱ βάρὸαροι
τὰ ἐκείνων, κάκεῖνοι τὰ τῶν ἀδελφῶν. Διὰ ταῦτα
ἀπεστείλαμεν, λέγει, ἶνα κατὰ τὸν ενταῦθα τύπον,

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.