PG 100, col. 221

λόμενος ὁ συνετώτατος, πῶς οὐκ ἐννενόηκεν, ὅτι
γε* δὴ τοῦ Χριστοῦ η Ἐκκλησία μετὰ τῶν ,ἄλλων
ἁπάντων ἱερῶν σεϐασμάτων, καὶ τὴν τῶν σεπτῶν
εἰκόνων ἱστορίαν τε καὶ προσκύνησιν τὴν προσ-
ήκουσαν, ἐξ ἀρχῆς καὶ μέχρι τοῦ δεῦρο παραλαϐοῦσα
διασώζεις Ἀλλ’ ἔοικεν ἡ οἴησις, πάθος οὖσαν χαλε-
πόν τι καὶ εὐπερίστατον, ὲν τοῖς καιριωτάτοις αὐτοῖς
ἀποσφάλλεσθαι. Κάνταῦθα γὰρ ἑαυτὸν παραλογίζε- ’
ται, ἢ οῦς πείθειν ὑπολαμϐάνει. υύ τοῖς λόγοις οῦν
οἷς χρῆται πρὸς ὲξαπάτην τῶν πολλῶν προσεκτέον,
τῷ τρόπῳ δὲ καὶ τοῖς ἔργοις, ἃ δὴ κατὰ τῶν
ἁγίων ἐϐουλεύσατο τε καὶ⁸ ἔδρασεν , αὐτὸν κρι- Β
τέον.
ιβ’. Elea ἐπάγει ο ι Μὴ τρέψαντα τὴν θεότητα είς
σάρκα, μήτε τὴν σάρκα είς θεότητα αὗξος ἐμποιη-
σαμένην. ι Ἐντεῦθεν δῆλον ἑαυτὸν πεποίηκε, περὶ
τὴν τοῦ Λόγου σάρκωσιν ἀποσφαλλόμενον ο καὶ κατ-
άρχεται λοιπὸν κατὰ μικρὸν τὰ τῆς πονηρίας παραγυο
μνοῦν. Οὐ γὰρ ὥσπερ τῷ Λόγῳ τὸ ἄτρεπτον ἔνειμεν,
οὕτω δὲ καὶ τῇ σαρκὶ αὐτὸ δὴ τοῦτο ἀποδέδωκε, κᾶν
πείθειν τινὰς ἐνόμιζεν, ὼς τὴν σάρκα ἀποδέχεται.
Τί γάρ ἔδει αῦξος τοῦ ἀτρέπτου ἀντιπαραλαμϐάνε-
σθαι ; Τὰ γοῦν ἰδιώματα αὐτῆς τέλεον ἀποσκευαζόο
μενος, τὴν οἰκείαν κακοδοξίαν προανακρούεται.
ι Ἀλλὰ τῶν δύο φύσεων συνελθουσῶν είς ἕνωσιν
άσύγχυτον, τήν τε τῆς θεότητος καὶ τῆς ἀνθρωπό-
τητος, ἕνα τὸν αὑτὸν καθ’ ὑπόστασιν ὑπάρχειν,
διπλοῦν ὲν -ἐνὶ προσώπῳ. ι Παραλογίζεται ἑαυτὸν
κάνταῦθα, οὑ γὰρ τῶν ἀκροωμένων τοὺς συνετοὺς
καὶ νοῦν ἔχοντας. Ἐἰ γὰρ ὀρθῶς προσέφερε, τί δή
ποτε μὴ καὶ ὀρθῶς διεῖλεν, εἰ ἀσυγχύτους μεμενη-
κέναι τὰς κατὰ Χριστὸν συνελθούσας φύσεις διωμο-
λόγει, καὶ ἀτρέπτους ἂν πάντως ταύτας παρεδέ-
Isto; Ἐπεὶ τίνι τρόπῳ θατέρας μὲν τὰ ἰδιώματα,
τουτέστι τῆς τοῦ Λόγου φύσεως διὰ τοῦ ἁτρέπτου
διασωξόμενα, είσφέρειν προσποιεῖται· θατέρας δὲ,
τουτέστι τῆς σαρκὸς, ὥσπερ παρῃρημένα, ἀπαναί-
νεται;οὐκ ἐστιν οῦν τοῦτο ἀτρέπτους καὶ ἀσυγ-
χύτους τὰς φύσεις δοξάζοντος. Et γάρ τὸ μὲν πεπον-
θέναι περὶ τὰς ἰδιότητας ἀξιοῖ, ἀνάγκη καὶ⁸ τὸ λοιπὸν
πεπονθὸς συνόμολογῆσειν. ὟὪτπερ Θεὸς τέλειος
πρὸς ἡμῶν πάντων ῶίιολόγηταιό Χριστὸς ὲν μορφῇ
Θεοῦ, ἤγουν ὲν οὐσίᾳ Θεοῦ ὑπάρχων, οὓτω καὶ
μορφὴν δούλου λαϐὼν τὴν καθ’ ἡμᾶς, τέλειος ἂν
⁸πιστεύοιτοἄνθρωπος, ὲν μηδενὶ ’λειπόμενοςίΚα
γὶ ρ οῦν καὶ ἡ καθ’ ἡμᾶς Ἐκκλησία, κατὰ τὰ θειω-
δῶς ἡμῖν παραδεδομένα ἐκ τε ἀποστολικῶν κηρυγ-
μάτων καὶ πατρικῶν διδαγμάτων, ἀτρέπτους καὶ
ἀσυγχύτους τὰς φύσεις ὁμολογοῦσα, καὶ τὰ ἐκατέὲ
91;.206‘30); ιδίώξιᾷὲᾷξ τοῦθ’ δπερ Σὲστὶν ἑκάτεροε
Μάτην οῦν τῇ δόξῃ τῆ.
(ιτ-ιι) Respicit Nicephorus ad Hebr. xu,i : Τὴν
εὑπερίστατον ἁμαρτίαν.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.