PG 102, col. 729

Γρηγόριον, τὴν Βασίλειον τῆς Ἐκκλησίας στολὴν ιι,
τόν μέγαν Βασίλειον, τὸ χρυσοῦν τῆς οἰκουμένης
στόμα, τό τῆς σοφίας πέλαγος, τόν ὡς ἀληθῶς
Χρυσόστομον. Καὶ τί λέγω τόν δεῖνα, ἢ τόν δεῖνα;
κατὰ πάντων ὁμοῦ τῶν ἁγίων προφητῶν, ἀποστόλων,
ἱεραρχών, μαρτύρων, καὶ αὐτῶν τῶν δεσποτικῶν
φωνῶν, ἠ βλάσφημος αὕτη καὶ θεόμαχος φωνὴ ἐξοο
πλίζεται.
ιζ. Τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ ἐκπορεύεται ; πότερον
τὴν αὐτὴν ἐκπόρευσιν, ἣ τῆς πατρῴας ἀντίθετον;
- Εἰ μὲν γὰρ τὴν αὐτὴν, πῶς οὐ κοινοῦνται αἱ ἰδιό-
τητες; αἷς καὶ μόναις ἠ Τριὰς, Τριας εἶναι, καὶ Β
προσκυνεῖσθαι, χαρακτηρίζεται. Εἰ δὲ ἐκείνης ἀντί-
θετον, πῶς ἡμῖν οὗ Μάνεντες, καὶ Μαρκίωνες, τῷ
ῥήματι τούτῳ, προκύπτουσι, τὴν θεόμαχον πάλιν,
κατά τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, γλῶσσαν προτεί·
νοντες ;
ιη’. Πρὸς δὲ γε τοῖς εἰρημένοις, εἰ ἐκ τοῦ Πατρός
μὲν ό Υἱός γεγέννηται, τό δὲ Πνεῦμα ἐκ τοῦ Πατρός,
καὶ τοῦ Υἱοῦ, ἐκπορεύεται · ὡς εἰς δύο αἰτίας ἁνα-
φερόμενον, οὐδὲ τό σύνθετον εἶναι διαδράσειεν.
ιθ’. ’ Ετι δὲ, εἰ ἐκ τοῦ Πατρός ὁ Υἱός γεγέννηται,
τό δι Πνεῦμα ἐκ τοῦ Πατρός καὶ τοῦ Υίοῦ ἐκπο-
ρεύεται, τίς ἠ καινοτομία τοῦ Πνεῦματος, μὴ καὶ
ἔτερόν τι αὐτοῦ ἐκπεπορεῦσθαι; ὡς συνάγεσθαι,
κατὰ τὴν ἐκείνων θεόμαχον γνώμην, μὴ τρεῖς, ἀλλὰ
τέσσαρας τὰς ὑποστάσεις, μᾶλλον δ’ ἀπείρους · τῆς C
τετάρτης αὐτοῖς ἄλλην προϐαλλούσης, κάκείνης
πάλιν ἑτέραν, μέχρις οἶν εἰς τὴν ἑλληνικὴν πολυ-
πλη θίαν ἐκπέσωσι.
κ’. Πρός δι γε τοῖς εἰρημένοις, κάκεῖνο ἄν τις
ἐπισκοπήσειεν, ὡς εἰπερ ὴ τοῦ Πνεύματος, ἐκ τοῦ
Πατρός, πρόοδος, εἰς ὕπαρξιν συντελεῖ· τί συνοίσει
τῷ Πνεύματι ἠ ἐκ τοῦ Υἱοῦ ἐκπόρευσις, τῆς πατρι-
κῆς ἀρκούσης εἰς ὖπαρξιν; Οὔ γὰρ τις, είς ἕτερον
τι⁹ τῶν περὶ τὴν οὐσίαν, συντελεῖν, κατατολμήσειε
λέγειν· πάσης διπλόης, καὶ συνθέσεως, τῆς μακαο
ρίας καὶ θείας ἐκείνης φύσεως, ὡς ἀπωτάτω κει-
μὲνης.
κα¹⁶ Χωρὶς δὲ τῶν εἰρημένων, εἰ πᾶν ὅπερ μή
ἐστι κόινόν τῆς παντοκρατορικῆς καὶ όμοουσίου καὶ
ὑπερφυοῦς Τριάδος, ἑνός ἐστι μόνου τῶν τριῶν · οῦκ D
ἔστι δὲ ἡ τοῦ Πνεῦματος προϐολὴ, κοινόν τῶν τριῶν ·
ἑνός ἆρα ἐστὶν μόνου τῶν τριῶν. Πότερον οὖν ὲκ τοῦ
Πατρός φήσουσιν ἐκπορεύεσθαι τό Πνεῦμα; καὶ
πῶς οὐκ ἐξομόσονται τὴν φίλην αὐτοῖς καὶ κοινὴν
μυσταγωγίαν;Εἰ δε ἐκ τοῦ Υἱοῦ, τί μὴ καταρχὰς
ἐθάρῥησαν αὐτῶν θην ἐκκαλύψαι τήν θεομαχίαν ;
ὡς οὐ μόνον τόν Υίόν εἰς τὴν τοῦ Πνεῦματος προ-
ϐολὴν ἐγκαθιστῶσιν, ἀλλὰ καὶ τοῦ Πατρός ταύτην
ἀφαιροῦνταιο οἷς ἀκόλουθον δὴ που, καὶ τὴν γέννη-
σιν τῇ προϐολῇ συμμετατιθέντας, μηδὲ τόν Υἰὸν ἐκ
ιι ἷσ. στύλην.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.