PG 103, col. 396

αὐτὸν παραγγελλειν μὴ προσεύχεσθαι ⁵⁸ τῷ Υίῷ, καὶ
μὴ εἶναι αὐτὸν ἁπλῶς · ἀγαθὸν, xui μὴ γινώσκειν τὸν
Πατέρα ὡς αὑτὸν ἑαυτὸν, καὶ τὰς λογικὰς φύσεις
εἰς ἀλόγων εἰσκρίνεσθαι σώματα, xui εἶναι μετεν-
σωμάτωσιν, καὶ ὅτι ἡ τοῦ Σωτῆρος ψυχὴ ἡ τοῦ Ἀδὰμ
ἦν, καὶ ὅτι οὐκ ἔστιν αἰώνιος κόλασις οὐδὲ σαρκὸς
ἀνάστασις, καὶ ὅτι οὐ κακὸν ἡ μαγεία ⁵³, xui ὅτι
ποιητικὴ τῶν πραττομένων ἡ ἀστρονομία, καὶ ὁτι
παύεται ὁ Μονογενής τῆς βασιλείας, καὶ ὅτι ἐκ κατα-
πτώσεως ἦλθον οἱ ἅγιοι εἰς τὸν κόσμον, ἀλλ’ οὐ δι’
ἐτέρων θεραπείαν, καὶ ὃτι ὁ Πατὴρ καὶ τῷ Υὶῷ ἀο-
ρατος, καὶ ὅτι τὰ Χερουϐὶμ ἐπίνοιαι τοῦ Tim} εἰσιν,
xui ὅτι ἡ εἰκὼν τοῦ Θεοῦ ὡς πρὸς ἐκεῖνον οὗ ἐστιν εἰκὼν,
καθ’ ὁ εἰκὼν, οὐκ ἔστιν ἀλήθεια. Ταῦτα ἂπελέγχει, ὡς
προείρηται, ψευδῶς εἰρῆσθαι κατὰ Ὠριγένους, καὶ το
γε ἐπὶ τῇ αὐτοῦ σπουδῇ ἐκκλησιαστικὸν xui τῶν
ὀρθοδοξων ἀποφαίνεται τον ἄνδρα. Ἀλλ’ οὐκ εἶ τις, ὦ
βελτιστε, μὴ πάντας τοὺς τρόπους ἐδείχθη δυσσεϐὠν,
οὐδ’ ἐν ⁵³ οἶς προφανῶς βλασφημεῖ τὴν δίκην διαδιδρά-
σκων ὀφθή σεται.
ΡῙΗ”.
Παμφίλου τοῦ μάρτυρος ¹ καὶ ΕΞύσεϐίου ὑπὲρ Ὠριγίνους
τομοι ςν .
το οι ς- .
Ἀνεγνώσθη Παμφίλουμτοῦ μάρτυρος καὶ Εὑσεϐίον
ὑπὲρ Ὠριγένους. Τόμοι δε τὸ βιϐλίον ς’, ὧν οἱ μὲν
ε¹ Παμφίλῳ τὸ δεσμωτήριον οἰκοῦντι συμπαρόντος
Εὐσεϐίου ⁵⁴ ίξεπονήθησαν, ὁ δὲ ἕκτος, ἐπεὶ ὁ μάρτυς
ξίφει ⁵⁵ τοῦ ζῇν ἀπαχθεὶς ἀνέλυσε πρὸς ὃν ἐπόθει
Θεὸν, Εὐσεϐίῳ λοιπὸν ἀπαρτίζεται. [297 Ρι.] Καὶ
ἄλλοι δὲ πλεῖστοι κατ’ ἐκεῖνο καιροῦ καὶ ἀξιολογώ-
τατοι ἀπολογίας ὑπὲρ αὐτοῦ συνετάξαντο. Φασὶ δὲ
τὸν Ὠριγένην ἐν τοῖς κατὰ Σεϐῆρον διωγμοῖς γράψαι
Λεωνίδῃ τῷ ⁵⁸ πατρὶ ἑπαλείφοντα πρὸς τὸν τοῦ pap-
τυρίον δρόμον, ὃν καὶ καλῶς δραμόντι τῶν βραϐείων
τυχεῖν ἐξεγένετο, καὶ αὐτὸν δε ἀποδύσασθαι σπεύδειν
πρὸς τὸ τῶν ἀγωνισμάτων στάδιον, τήν δε μητέρα
καε ἄκοντα δυνηθῆναι τῆς ὁρμῆς ὶπισχεῖν ° xui τοῦτο
xui αὐτὸς ἓν ἐπιστολῇ οἰκείᾳ ἕπισημαίνεται. Φασὶ δὲ
αὐτὸν ὃ τε Πάμφιλος μάρτυς καὶ ἕτεροι πλεῖστοι, οἳ·
τινες ἀπ’ αὐτῶν τῶν ἑωρακότων Ὠριγένην τὰ περὶ
τοῦ ἀνδρὸς ἠκριϐώσαντο, διαϐοήτῳ μαρτυρίῳ τοῦ
βίου ἐξεληλυθέναι ἔπ’ αὐτῆς τῆς Καισαρείας Δεκίου
τὴν κατὰ τών Χριστιανῶν ὠμότητα πνέοντος. Οἱ δέ
φασιν αὐτὸν ἕως Γάλλου καὶ Βολουσιανοῡ διαρκέσαντα
xui ἑξηκοστὸν ἔνατον ἔτος ⁵⁷ τῆς ἡλικίας ἄγοντα, ἓν
Τύρῳ καὶ τελευτῆσαι καὶ ταφῂ παραδοθῆναι. Ἐστι
νΑΒιΕ LECTIONES.
⁵⁵ ξίφει om. pr. Α. ⁵⁸ τῷ add. Α.
⁸⁸ συμπ. καὶ Εὑσεϐ. ς’,
ΝΟΤᾸΕ.
84) Capite truncatus, utrefert Euseb. lib. vi, c. t.
85) Ibid. Euseb. cap. 3.
85‘) S. Hieron. De Script. eccles. cap. 54.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.