PG 104, col. 1253

αὑτοῦ πρόδρομον ἀποστασίαν ὼδίνασα ἐκύησεν, ἐτέ-
ρους δαίμονας σαρκίνους σὺν τῷ καθηγεμόνι αὐτῶν
διασόὶῳ ἀναδείξασα· οὓς μηδεὶς ἁπιστήσοι δαίμονας
ὑπάρχειν. Τὰ γὰρ μὴ τολμώμενα παρὰ τῶν δαιμόνων
λέγεσθαι ἢ πράττεσθαι, αὐτοὶ ἀναιδῶς καὶ ἀπηρυ-
θριασμὲνως κειτά τε τοῦ Θεοῦ τοῦ παντοκράτορος
καὶ πάντων ἀνθρώπων πράττουσί τε καὶ λέγουσιν ·
ὠς ἔστιν ἀθρῆσαι αὐτοὺς ἀνεπιμίκτους τοῖς ἀνθρώ-
ποις ὑπάρχοντας δι’ ἄκραν αἰσχρουργίαν, καὶ τὴν
ἔρημον οἰκοῦντας ὥσπερ τοὺς δαίμονας· καὶ ξένα
τινὰ καὶ ἀλλόκοτα ἐπιφημίζοντας προϐλήματα, ὼς
δῆθεν τοῖς τοῦ ἱεροῦ Εὑαγγελίου καὶ τοῦ Ἀποστόλου
λόγοις ἐπερειδόμενον. oti συκοφάνται καὶ παμμίαροι⁸
ἀλλὰ τίνα ταῦτα καὶ πόθεν καὶ πότε, ἐνταῦθα τοῦ λό-
γου γενόμενος διηγήσομαι, κεφαλαιώσας ὀλίγα τινὰ
εἰς ἀριθμοὺς ὲν ψιλῇ τέως ἀπαριθμήσει , διὰ τὸ εὑ-
μνημόνευτον. Εἴθ’ ὕστερον μετὰ τὴν περὶ αὐτῶν
ῑστορίαν, καὶτῆς πρὸς αὐτοὺς συμπλοκῆς ἀπ-
αρξόμεθα, τῇ τοῦ Θεοῦ βοηθείᾳ πρὸς αὐτοὺς ἀντι-
μαχησάμενοι, ὅση δύναμις, εὐθύς τε τὰς Γραφικὰς
ἀποδείξεις τε καὶ1⁸ [cod. ί. 87] μαρτυρὶας ἑνὸς ἑκάστου κεφαλαίου ὲν παραλλήλων τάξει ὑπο-
θήσομεν.
ι’. Πρῶτον μὲν γάρ ἐστι τδ κατ’ αὐτοὺς γνώρισμα,
τὸ δύο ἀρχὰς ὁμολογεῖν , πονηρὸν Θεὸν καὶ ἀγαθόν ·
καὶ ἄλλον εἴναι τοῦδε τοῦ κόσμου ποιητήν τε καὶ
ὲξουσιαστὴν, ἕτερον δὲ τοῦ μέλλοντος. Καὶ τοῦτό ἐστιν
είς αὐτοὺς πολλάκις ὲπισημειὼσασθαι ἀστειότητος
χάριν, ὲνι ἐλευθερίᾳ ὄντων αὐτῶν λεγόμενον πρός
τινα , ὁποῖός ὲστιν ὁ προσδιαλεγόμενος* Είπέω μοι,
φησὶν, τί ἐστι τὸ χωρίζον ἡμᾶς ἐκ τῶν Ῥωμαίων ;
ἑαυτοὺς οἱ ἄσπονδοι καὶ ἄχρηστοι καὶ άπισιιςοιι³ καὶ
ἀχάριστοι καὶ ἀφιλάγαθοι , Χριστιανοὺς ἀποκαλῶν-
es" ἡμᾶς δὲ τοὺς άληθῶς ἐπωνύμους Χριστοῦ τοῦ
ἀληθινοῦ Θεοῦ ἡμῶν, Ῥωμαίους ὀνομάζοντες, τῷ
ὲθνικῷ ὀνόματι ,τὸ κύριον ἀμεῖψαι πειρώμενοι·
ᾧτινι μᾶλλον ἡμεῖς οίξάψευδεϊς ° Χριστιανοὶ σεμνυνό-
μεθα, ἢ χιλιάδων καὶ μυριάδωνι) χρυσίου καὶ ἀρ-
γυρίου καὶ λίθων τιμίων τῶν ἐν ὅλῳ τῷ κόσμῳ ὑπ-
αρχόντων ει ἦν ἕκαστος ἡμῶν κύριος. Λέγουσι δὲ
τοῦτο εἴναι τὸ χωρίζον αὐτοὺς, ὅτι ἐκεῖνοι μὲν ἄλλον
Θεὸν λέγουσιν εἷναι τὸν τοῦ κόσμου ποιητήν· καὶ
ἓτερον Θεὸν, ὃν καὶ Πατέρα ἐπουράνιον λέγουσι, μὴ
ἔχοντα δὲ ἐξουσίαν ἐν τῷδε τῷ κόσμῳ.ἁλλ⁷ ὲν τῷ μὲλ-
λοντι αἰῶνι. Ἡμεῖς δὲ τὸν αὑτὸν ἕνα Θεὸν ὁμολογοῦμεν
καὶ παντουργὸν καὶ παμϐασιλέα. καὶ παντοκράτορα ·
καὶ λέγουσι πρὸς ἡμᾶς, ὅτι Ὑμεῖς, φησι, πιστεύετε
εἰς τὸν κοσμοποιητὴν , [cm]. ι’. 87 b] ἡμεῖς δὲ εἰς
ἐκεῖνον περὶ οὗ ὲν Εὑαγγελίοις ό Κύριος λέγει , ὅτι
οὔτε φωνὴτ αὐτοῦ ἀκηκόατε, οὔτε εἷδος αὐτοῦ
ἑωράκατε· ματαίως καὶ ἀνοήτωςιι κενοφωνούμενοι, καθὼς ὕστερον δηλωθήσεται.
¹⁸ Joau. ν, 57,
{Abhinc desunt apud Β. vocabula det-cut, usquenad τὴν αὐτος»ἶ
Β. inseritur προφητειῶν, quod deest in codice.
P Ιὶ. κυριάδων. ιι R. νοήτως.
li. ° li. ἡμᾶς καὶ ἀψευδεῖς.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.