PG 104, col. 213

Ἐρχόμενον γὰρ τὸν ἄσωτον οὐ μόνον οὐκ ἀποπέμυ
πεται οὐδὲ παρορᾷ, ἀλλὰ καὶ προσυπαντᾷ, καλ τρέ-
χων, ἵνα θᾶττον ἀπολάϐῃ τὸν πλανηθέντα. Καὶ πε-
ριχεῖται τῷ τραχήλῳ, καὶ περιπλέκεται, καὶ ἑπιρ-
ρεἰ δάκρυον, καὶ ἀσπάζεται, τῆς καταλλαγῆς διδοὺς
τὸ σύμϐολον καὶ τῆς ἀμνηστίας τῶν προλαϐόντων τὸ
ἐνέχυρον· Στολὴ δ’ ἂν ἡ πρώτη εῐη οὑκ αὐτὸ τὸ
βάπτισμα (οὐ γὰρ οἷόν τε τυχεῖν δευτέρου βαπτί-
σματος) , ἀλλ’ ἡ πρώτη στολὴ καὶ χάρις, ἢν ἀπ’
ἀρχῆς ἕκαστος τῶν πιστῶν ἐνδύεται διὰ τοῦ βαπτί·
σματος. Ἀντί γάρ τῆς διὰ τοῦ λουτροῦ παλιγγενε-
σίας ἡ διὰ μετανοίας ἡμῖν παρὰ Θεοῦ ἐχαρίσθη ἀνα-
γέννησις, ἥτις τὰ μολύσματα ἡμῶν τῷ δακρύῳ πλύ-
νουσα πάλιν καθαροὺς ἀποφαίνει. Δίδοται δὲ τῷ
ἀσώτῳ μετὰ τὴν στολὴν καὶ¹ δακτύλιος, σύμϐολον
τῆς νοητῆς σφραγῖδος τοῦ Πνεύματος. Ὠς γὰρ ἐν
τῇ διὰ τοῦ βαπτίσματος παλιγγενεσία καὶ στολὴ οιαὶ
σφραγὶς δωρεᾶς ⁸³ Πνεύματος ἁγίου, οὕτω καὶ ὲν
τῇ διὰ τῆς μετανοίας ἀναγεννήσει. Προσφέρεται δὲ
καὶ ὑποδήματα, ἵνα θαρρεῖν ἔχῃ ⁸⁸ τὴν τοῦ ὄφεως
καταπατεῖν κεφαλήν. Σὺ γὰρ, φησὶ, τηρήσεις αὑτοῦ κεφαλὴν, κάκεῖνος τηρήσει σου πτέρναν. Πρὸς ἐκά-
τερον οὖν χρήσιμον τὰ ὑποδή ματα, καὶ είς τὸ καταπατεῖν τὴν ⁸⁷ τοῦ δφεως κεφαλὴν καὶ είς τὸ τὴν ἐκεῖ·
θεν βλάϐην τὴν πτέρναν διαφυγεῖν. Μὴ λυπείτω σε ἡ τοῦ πατρὸς ἀγαθότης, εί περιέχεται τοῦ δυσπρα-
γήσαντος παιδός. '0 ἐλεῶν οὺ δικάζει μετὰ άκριδείας,ἀλλὰ φιλανθρώπως χαρίζεται, καὶ ταῦτα, ὅταν
ὑπάρχῃ πατὴρ, ὥσπερ ⁵⁸ τινὶ βίᾳ πρὸς τὸν οἶκτον ἑλκόμενος.
[819 11.] Τοῦ αὐτοῦ εὶς τὸν δοῦλοκ τοῦ ἑκατοντάρ-
χου, ὃν ό Κύριος ἐθεράπευσεν.
Ὀτι ἑν τῷ παρόντι λόγῳ ὑπόθεσιν τὸν δοῦλον λα-
ϐὼν, εἰς παραίνεσιν δούλων καὶ δεσποτῶν τὸ πλεῖ-
στον τῆς σπουδῆς ἀποτείνει, τοὺς μὲν νουθετῶν εὐ-
πειθῶς καὶ ἀδόλως ὑπηρετεῖν τοῖς δεσπόταις, τοὺς
δὲ φιλανθρώπως καὶ ἡμέρως καὶ¹ ὡς ὁμοφύλοις καὶ
ἀδελφοῖς προσιέναι. '0 αὐτὸς γάρ πηλὸς ἀμφοῖν καὶ
ὴ αὑτὴ τοῦ πλάστου χεὶρ, καὶ τά αὐτὰ ἔργα τε φυ-
σικὰ ⁸⁸ καὶ πάθη καὶ τὸ τῆς κατασκευῆς σχῆμα καὶ
ἡ μορφὴ θεωρεῖται. Δι’ ἂ προσῆκεν, εἰ μή τις ἄλλος
ἦν μηδὲ νόμος θεῖος, μηδ’ ἔμφυτος πρὸς τὺ συγγενὲς
ἔλεος καὶ ἀγάπη, ἐχρῆν ἀδελφικῶς αὐτοῖς καὶ πα-
τρικῶς προσφέρεσθαι. Καὶ rei; ἰατροῖς δὲ παραίνε-
σιν φιλανθρωπίας ποιεῖται.
ὀτι Σκύθην, φησὶ, Θᾶττόν τε τὴν Ἑλληνίδα μα-
θόντα εἶδον, είς μειρακίων ἡλικίαν ἄρτι παρελθόν-
τα· εἶτα τοῦ ὠνησαμένου δεσπότου μαθήμασιν ἐλευ-
θερίοις αὑτὸν ἐκδεδωκότος ³⁸, τοσοῦτον ἐπιδοῦναι
τούτοις καὶ γενέσθαι κατὰ πολλὰ τῶν μαθημάτων
περιδέξιον, ὡς καὶ παρ’ Ἕλλησι καὶ παρὰ Ῥω-
μαίοις λαμπρὸν γενέσθαι καὶ περιϐόητον, ἐπειδὴ καὶ
νόμων ὤφθη διδάσκαλος. '0 δ’ ὠνησάμενος Σύρος
ἦν, Ἀντιοχείας πολίτης καὶ γραμματικῆς παίδων
διδάσκαλος. Γενέσθαι δὲ καὶ μαθητὴν ἑαυτὸν φη-
Luc. vn, 2.
VARl/E LECTIONES.
⁸⁸ δωρεᾶς om. Α.
⁸⁸ δωρεᾶς om. Α. ⁸⁵ ἔχῃ Β : ἔχοι ς.
δωκότσς Α.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.