PG 104, col. 456

τάξει ιβ¹ ὅτι οί τοῖς κανόσιν ἐναντιούμενοι πραγμα-
τικοὶ, ἄκυροι εἰσιν.
Κ ΕΦᾹΛ. I".—- Περὶ τοῦ φυλάττεσθαι τὸ ἄγραφον
ἐκκλησιαστικὸν· ἔθος, ὡς νόμον “ καὶ ὅτι οὐκ
ἔχομεν ἀνάγκην φῡλάττειν τὰ τοῦ Μωσαϊκού
νόμου.
Συνόδου οὶκουμενικῆς ς’ κανὼν πβ’.
np. Ἔν τισι τῶν σεπτῶν εἰκόνων γραφαῖς, άμνίς
δακτύλῳ τοῦ Προδρόμου δεικνύμενος ἐγχαράττεται,
ὃς εἰς τύπον παρελήφθη τῆς χάριτος, τὸν ἀληθινὸν
ἡμῖν διὰ νόμου προῡποφαίνων ἀμνὸν, Χριστὸν τὸν
θεὸν ἡμῶν. Τοὺς οὖν παλαιοὺς τύπους καὶ τὰς
σκιὰς, ὡς τῆς ἀληθείας σύμϐολα τε καὶ¹ προχα-
ράγματα τῇ Ἐκκλησία παραδεδομένους κατασπαζό-
μενοι, τὴν χάριν προτιμῶμεν καὶ τὴν ἀλήθειαν¹ ὡς
πλήρωμα νόμου ταύτην ὑποδεξάμενοι. Ὠς ἂν οὖν
τέλειον κὰν ταῖς χρωματουργίαις ἐν ταῖς ἁπάντων
ὄψεσιν ὑπογράφηται, τὸν τοῦ αἴροντος τὴν ἁμαρτίαν
τοῦ κόσμου ἀμνοῦ Χριστοῦ Θεοῦ ήμῶν κατὰ τὸν ἁν-
θρώπινον χαρακτῆρα, καὶ ὲν ταῖς εἰκόσιν ἀπὸ τοῦ
νῦν ἀντὶ τοῦ παλαεοῦ ἀμνοῦ, ἀναστηλοῦσθαι ὁρίζο-
μεν· δι’ αὐτοῦ τὸ τῆς ταπεινώσεως ὕψος τοῦ Θεοῦ
Λόγου κατανοοῦντες, καὶ πρὸς μνήμην τῆς ὲνσάρκου
πολιτείας, τοῦ τε πάθους αὐτοῦ τοῦ καὶ σωτηρίου
θανάτου χειραγωγούμενοι, καὶ τῆς ἐντεῦθεν γενο-
c μένης τῷ κόσμῳ ἀπολυτρώσεως.
Τοῦ ἁγίου Βαᾳαείου πρὸς Διόδωρον τὸν Ταρσοῦ
κατᾲ τῶν δύο ἀδελφάς γαμούντων, ἢ ἀδελφοῖς
δυσὶ γαμουμένων.
Ἀφίκετο ἡμῖν γράμματα τὴν ἐπιγραφὴν ἔχοντα
Διοδώρου, τὰ δ’ ἑφεξῆς ἄλλου τινὸς πρέποντα εἶναι
μᾶλλον, ἦ Διοδώρου. Δοκεῖ γάρ μοι τις τῶν τεχνι-
κῶν, τὸ σὺν πρόσωπον ὑποδὺς, οὕτως ἑαυτὸν ἀξιό-
πιστον ἐθελῆσαι ποιῆσαι τοῖς ἀκροωμένοις ο ὃς γε
ἐρωτηθεὶς ὑπό τινος, ει θεμιτὸν αὑτὸν πρὸς γάμον
ἀγαγέσθαι τῆς γυναικὸς τελευτησάσης τὴν ἀδελφὴν,
οὐκ ἔφριξε τὴν ἐρώτησιν, ἀλλὰ καὶ πράως ἤνεγκε
τὴν ἀκοὴν, καὶ τὸ ἀσελγὲς ἐπιθύμημα πάνυ.γεν-
ναίως αὐτῷ καὶ ἀγωνιστικῶς συγκατέπραξεν. Εἰ
μὲν οὖν παρῆν μοι τὺ γράμμα, αὐτὸ ἂν ἀπέστειλα,
καὶ ἐξήρκεις ἂν σαυτῷ τε ἀμῦναι καὶ τῇ ἀληθείᾳ.
Ἐπεὶ δὲ ὁ δείξας πάλιν ἀφείλετο, καὶ ὥσπερ τι
τρόπαιον καθ’ ἡμῶν περιέφερε κεκωλυκότων τὺ ἐξ
ἀρχῆς, ἔγγραφον ἔχειν λέγων τὴν ἐξουσίαν, ἐπέστειλα
¹νῦν σοι. Ὥστε διπλῇ τῇ χειρὶ ἡμᾶς ἐλθεῖν ἐπὶ τὸν
νᾶοονὲκεῖνον λόγον, καὶ μηδεμίαν αὺτῷ ἰσχὺν κατα-
λιπεῖν · ἴνα μὴ ἔχῃ βλάπτειν ῥᾳδίως τοὺς ἐντυγχά-
νοντας ' πρῶτον μὲν οὖν ὃ μέγιστον ἐπὶ τῶντοιούτων
ἐστὶ, τὺ παρ’ ἡμῖν ἔθος ὃ ἔχομεν προϐάλλειν, νόμου
δύναμιν ἔχον, διὰ τὺ ὑφ’ ἁγίων ἀνδρῶν τοὺς θεσμοὺς
ἡμῖν παραδοθῆναι. Τοῦτο δὲ τοιοῦτόν ἐστιν, ὲάν τις
πάθει ἀκαθαρσίας ποτὲ κρατηθεὶς ἐκπέσῃ πρὸς δυοῖν
ἀδελφῶν ἄθεσμον κοινωνίαν, μήτε γάμον ἡγεῖσθαι
τοῦτο, μήθ’ ὅλως είς Ἐκκλησίας πλήρωμα παραδέ-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.