PG 104, col. 457

στολὴν γράψας, ἐπιχειρήματι κιϐδήλῳ κακὸν τοσοῦτον
ἐπειράθη τῷ βίῳ ἐπαγαγεῖν, ἀνάγκη μηδὲ ἡμᾶς τῆς
ὲκ τῶν λογισμῶν βοηθείας ὑφέσθαι. Καί τοί γε ἐπὶ
τῶν σφόδρα ἐναργῶν, μείζων ἐστὶ τοῦ λόγου ἡ παρ’
ἑκάστῳ πρόληψις. Γέγραπται, φησὶν, ὲν τῷ
Λευῖτικῷ · Γυναῖκα ἐπ’ ἀδελφῇ αὐτῆς οὐ λήψῃ·
circumiere ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτῆς Α
ἐπ’ αὐτῇ. ἔτι ζώσης αὐτῆς. Δῆλον δὲ ὲκ τούτου
εἶναι φησὶν, ὃτι συγχωρεῐται λαμϐάνειν τελευτη-
σάσης. Πρὸς δὴ τοῦτο πρῶτον μὲν ἐκεῖνο ἐρῶ, ὅτι
ὅσα δ νόμος λέγει, τοῖς εν τῷ νόμῳ λέγει ⁸ ἐπεὶ οὕτω
γε καὶ περιτομῇ καὶ σαϐϐάτῳ καὶ ἀποχῇ βρωμάτων
ὑποκεισόμεθα. Οὐ γὰρ δὴ ἐὰν μέν τι εὕρωμεν συν-
τρέχον ἡμῶν ταῖς ἡδοναῖς, τῷ ζυγῷ τῆς δουλείας τοῦ
νόμου ἑαυτοὺς ὑποθήσομεν. Ἐὰν δέ τι φανῇ βαρὺ
τῶν νομίμων, τότε πρὸς τὴν ὲν Χριστῷ ἐλευθερίαν
ἁποδραμούμεθα. Ἦρωτήθημεν εί γέγραπται λαμ-
ϐάνειν γυναῖκα ἐπ’ ἀδελφῇ · εἴπομεν ὅπερ ἀσφαλὲς
ἡμῖνκαὶ ἀληθὲς, ὅτι οὐ γέγραπται. Τὸ δὲ ὲκ τῆς τοῦ
ἀκολούθου ἐπιφορᾶς τὸ σιωπηθὲν συλλογίζεσθαι,
νομοθετοῦντος ἐστὶν, οὐ τὰ τοῦ νόμου λέγοντος·
ἐπεὶ οὕτως γε ἐξέσται τῷ βουλομένῳ κατατολμῆσαι,
καὶ ἔτι ζώσης τῆς γυναικὸς, λαμϐάνειν τὴν ἀδελφήν.
To γὰρ αὐτὸ τοῦτο σόφισμα, καὶ ἐπ’ ἐκείνου ἁρμόζει.
Γέγραπται γὰρ, φησὶν, οὑλήψῃ ἁντίζηλον · ὡς
τήν γε ἔξω τοῦ ζήλου, λαϐεῖν οὐκ ἐκώλυεν · ὁ δὴ
fifvnYO-pfiil-ttz) πάθει, ἀζηλότυπον εἶναι διοριεῖται τδ
ἦθος τῶν ἀδελφῶν. Ἀνῃρημὲνης οὖν τῆς αἰτίας, δι’
ἢν ἀπηγόρευσε τὴν ἀμφοτέρων συνοίκησιν, τί τδ
>ωλῦον ἔσται λαμϐάνειν τὰς ἀδελφάς; Ἀλλ’ οὐ γό-
γραπται ταῦτα, φήσομεν · ἀλλ’ οὐδὲ ἐκεῖνα ὥρισται ’
ἡ δὲ ἔννοια τοῦ ἀκολούθου ὁμοίιος ἀμφοτέροις τὴν
ἄδειαν δίδωσιν. Ἔδει δὲ μικρὸν ἐπὶ τὰ κατόπιν τῆς
νομοθεσίας ὲπαναδραμόντα, ἀπηλλάχθαι πραγμάτων
ἔοικε γὰρ οὐ πᾶν εἶδος ἁμαρτημάτων περιλαμϐάνειν
ὁ νομοθέτης, ἀλλ’ ἰδίως ἀπαγορεύειν τὰ τῶν Αἰγυ-
πτίων,ὃθεν ἀπῆρεν ὁ Ἰσραὴλ, καὶ τὰ τῶν Χαναναίων,
πρὸς οὒς μεθίσταται· εχει γὰρ οὕτως ἡ λέξις· Κατὰ
τὰ ἐπιτηδεύματα τῆς Αἰγύπτου. ὲνῇ παρφκήσατε
ἐπ’ αὐτῆς, οὺποιήσετε · καὶ τὰ ἐπιτηδεύματα γῆς
Χαναὰν εις ῆν ἐγὼ εἰσάξω ὑμᾶς ἐκεῖ, of) ποιήσετε,
καὶτοῖς νομίμοις αὐτῶν οὺ πορεύεσθε · ὥστε
τοῦτο εἰκός που τὺ είδος τῆς ἁμαρτίας, μὴ ἐμπο-
λιτεύεσθαι τότε παρὰ τοῖς ἔθνεσι. Διὸ μηδὲ τῆς ἐπ’
αὐτῷ φυλακῆς προσδεηθῆναι τὸν νομοθέτην, ἀλλ’
ἀρυσθῆναι τῷ ἁδιδάκτῳ ἔθει, πρὸς τὴν τοῦ μύσους
διαϐολήν. Πῶς οὖν τὸ μεῖζον ἀπαγορεύσας, τὸ ἔλατ-
τον ὲσιώπησενς Ὀτι ἐδόκει πολλοὺς τῶν φιλοσάρκων
πρὸς τὸ ζώει-αις ἀδελφαῖς συνοικεῖν, τὸ ὑπόδειγμα
βλάπτειν τοῦ πατριάρχου. Ἦμᾶς δὲ τί χρὴ ποιεῖν;
τὰ γεγραμμένα λέγειν, ἦ τὰ σιωπηθέντα προσεργά-
ζεσθαι; Αὐτίκα τὸ μὴ δεῖν μιᾷ ἑταίρᾳ κεχρῆσθαι
πατέρα καὶ υίὸν, ὲν μὲν τοῖς νόμοις τούτοις οὐ γὲ‹
γραπται · παρὰ δὲ τῷ προφήτῃ μεγίστης κατηγορίας
γὴξέωται · Υιὸς γὰρ, φησὶ, καὶ πατὴρ πρὸς τὴν
¹³ Levit. xvm, t8. “ ibid. 5.
Pnuoc. Gn. CIV.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.