PG 105, col. 496

λακὼς, καὶ τούτων τήν τε πρᾶξιν μιμούμενος, καὶ
τὴν Θεωρίαν ἀναλεγόμενος, καὶ τὸν ἐντὸς ἀνθρω-
πον ὅλως πιαινόμενος ὲν τούτοις ml κραταιού-
μενος, καρποφορεῖ τὸν ἥδιστον τῆς ἀρετῆς καρπὸν
τῷ Θεῷ. Καρποφορεῖ πρῶτον μὲν νηστείαν, ἀγρυ-
πνίαν, ψαλμῳδίαν ἐπιτεταγμένην, καὶ προσευχὰς,
τύλους γονάτων, δάκρυα, στηθῶν ἐπιτίμησιν, γλώσ-
σης ἐγκράτειαν, ὑπομονὴν πρὸς πάσας αἰκίας, τοῦ
καθηγεμόνος σκληροῦ τε τὴν γνώμην δντος, ml τῷ
τοῖς Εἰκονομάχοις χαρίζεσθαι, σκληρῶς πάνυ παι-
δαγωγοῦντος αὐτόν· πρὸς τούτοις πραΰτητα, ml’
ταπείνωσιν, καὶ ὑπακοὴν πᾶσαν πρὸς πᾶσαν τὴν
κατά Κύριον ἀδελφότητα. Πρῶτον μὲν ταῦτα διὰ
πράξεωςό μακάριος μετιὼν, ml τούτοις παιδοτρι-
ϐούμενος, καὶ κάλλιστα προτελούμενος, ἀκολούθως
τῇ αὐξήσει τοῦ σώματος, καὶ τὴν παιδικὴν ἠλικίαν
προκόπτων κατωρθοῦτο. Ἔπειτα καρποφορεῖ τῷ
Θεῷ τὰ τελειότερα, πίστιν δὴ λέγω, καὶ ἐλπίδα, ml
ἀγάπην· πίστιν τελείαν ἐκ τελείας καὶ ὁλοκλήρου
διανοίας τῷ τελείῳ προσαγομένην Θεῷ· πίστιν ἀν-
υπόκριτον, ἐλπίδα ἀκαταίσχυντον, ἀγάπην εἰλικρινῆ,
ἐξ εἰλικρινοῦς καρδίας πρὸς τὸν Θεδν ml τδν πλη-
σίον κατὰ τὴν ἐντολὴν κατορθουμένην. Ταῦτα καρ-
ποφορῶν ὸ θεῖος Ἰγνάτιος, κάν τούτοις ἐκ νεαρᾶς
ἡλικίας τοῖς κατορθώμασι συζῶν πάντα τὸν χρόνον.
ᾧ τὸν Θεὸν οἱ ἀσεϐοῦντες παρεπίκραινον, αὐτὸς
πρὸς τὴν εὐσέϐειαν κατωρθοῦτο τελειότατα. Καὶ γὰρ
τοῦ πατρὸς αὑτοῦ καὶτοῦ καθηγητοῦ τδν ἀνθρώπι·
νον μετηλλαχότων βίον, πάσης δέ τῆς ἀδελφῶν ἐπι-
μελείας καὶτῆς ψυχῶν ἐπιστασίας, ὡς ποιμένα κα-
λὸν καὶ τῶν λογικῶν προϐάτων καθηγητὴν, περιιστα-
μένης εῑς αὑτὸν, ἔδειξεν ἐν πρώτοις εὐθὺς τὴν ὲσ--
ύστερον ὲν αύτῷ τοῦ Πνεύματος δύναμιν ἀναφανητ
σομένην. Οὕτω γὰρ ταῖς συνεχέσι τῶν λόγων ept-
λίαις καὶ ταῖς σοφαῖς παραινέσεσι τὰς αὐτῶν ἑξ-
έτρεφε ψυχὰς, καὶ ἐπὶ τὰς ἀειθαλείς ὡδήγει τοῦ
λ Θεοῦ μονὰς, ὡς πολλαπλασιασθῆναι μὲν αὐτῷ τὸ τῆς
χάριτος τάλαντον καὶ τῆς πνευματικῆς διδασκαλίας,
πολλαπλασιασθῆναι δὲ καὶ τὸ ποίμνιον ἐπὶ το-
σοῦτον, ὡς μηκέτι τούτους ἐνὶ τόπῳ μηδέ μιᾷ μονῇ
δύνασθαι χωρεῖσθαι, τέσσαρα δέ τὰ πάντα διὰ τῆξ
αὑτοῦ σπουδῆς ἀναστῆναι ml καταστῆναι μοναστή-
ρια ⁸ ἑκάστου τὰς ἁρμοζούσας οἰκοδομὰς, ml τῶν
ιερῶν σκευῶν, καὶ τῶν ἀναγκαίων χρειῶν τὴν περι-
ποίησιν, καὶ πᾶσαν τὴν αὐτοῖς πρέπουσαν καται
σκευήν τε ml διάταξιν διὰ τῆς τοῦ μεγάλου λαμϐά-
Πλάτη μὲν οὖνκαὶ ’Υάτρος τότε καὶ Τερέϐινθος,
αἱ Πριγκίπειοι νῆσοι προσαγορευόμεναι, ταῖς ἐκεί-
νου προνοίαις οἰκιζόμεναι, εἰς ἐκκλησίας Κυρίου ml
εὐαγεῖς μοναχῶν καθίσταντο μονάς. Καὶ γὰρ τὴν
ἀντικρὺ τούτων κατὰ τὴν ῆπειρον πρὸς τῇ ἀκτῇ κει-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.