PG 105, col. 592

ἀπόστολοι παρέδωκαν, καὶ αἱ ἅγιαι τρεῖς σύνοδοι
κατώρθωσαν, εί καί τινες ἐκ ταύτης τῆς ὀρθῆς πί-
στεως ἀπεδυσπέτησαν; Πάντως ἐρεῖς τὴν σεαυτοῦ,
ἥτις μιᾶς φύσεως τὸν ἕνα Χριστὸν καὶ Θεὸν ἡμῶν ὲκ
διαφόρων φύσεων μετὰ τὴν ἕνωσιν ἀποτελεσθέντα
ὁμολογεῖ, καὶ ἐκ δύο φύσεων, καὶ δύο φύσεις ἔχοντα
ὲν μιᾷ ὑποστάσει ὄντα ἀρνεῖται. Τοῦτον γὰρ τὸν
τρόπον τῆς συνθέσεως παρακατιὼν ὲν τῇ τοῦ θείου
Λόγου πρὺ; σάρκα ἐνώσει γεγενῆσθαι σαφῶς διαγο-
ρεύεις. Βσὸαὶ τοῦ θαύματοςί Πῶς είς τοὺς αὐτόπτας
καὶ θείους κήρυκας τῆς ἀληθείας, ἀλλὰ μὴν καὶ τοὺς
κατά διαφόρους χρόνους συνοδικῶς συνειλεγμένους
ἁγίους καὶ θεοφόρους ἀνδρας τοσοῦτον ἑπιχέεις τὸν
μῶμον; Τίς γὰρ τῶν ὑγιῶς κρίνειν εἰδότων, παρα-
δεδόσθαι, ἢ βεόαιοῦσθαι φήσειε παρὰ τοῖς ὑπηρέταις
τοῦ λόγου, ἢ τοῖς θείοις Πατράσι τὴν οὑτωσὶ παρὰ
σοῦ πρεσϐευομένην δόξαν, τὴν φάσκουσαν τὸν Χριστὸν
μιᾶς φύσεως μετά τὴν ἕνωσιν εἶναι, καὶ ἐκ δύο μὲν
ἀποτελεσθεῖσαν τὴν ἕνωσιν, ἐν δύο δὲ, ἢ δύο εἶναι τδ
φύσει μετά τὴν ἕνωσιν ἀπαγορεύουσαν; Διὸ εἰσαχοήτω
ὸ κορυφαῖος τῶν ἀποστόλων Πέτρος, διὰ τῆς ἑαυτοῦ
ὁμολογίας ψευδηγοροῦντά σε δεικνύων. καὶ δι’ ἐκείνου
ἄπας 6 τῶν ἀποστόλων σύλλογος. Καὶ γὰρ Χριστὸς ὀ
Κύριος καὶ Θεὸς ἡμῶν τῷ τῶν ἀποστόλων ἔφη κορυσ
φαίῳ Πέτρῳ · Σὺ εἴ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ
πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι
ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Τοῦτον δὲ τὸν λόγον
ό Κύριος ἔφη τῷ Πέτρῳ, ἡνίκα ⁵ιτρδς τὸν Κύριον.
ἑαυτὸν Υίὸν ἀνθρώπου κεκληκότα, Πέτρος εἴρηκε ·
Σὺ εἴό Χριστὸς ὁ nec τοῦ Θεοῦ τοῦ ζῶντος.
Καὶ. συνήχθησαν ἐπὶ Χριστοῦ τοῦ Κυρίου καὶ Θεοῦ
ἡμῶν ἀμφότεροι oi. λόγοι, καὶ πεπίστωται, ὃτι καὶ
Θεὸς καὶ ἄνθρωπός ἐστιν. El οὖν ἀμφότεροι οἱ λόγοι,
τῆς θεότητος, φημὶ, καὶ τῆς ἀνθρωπότητος τοῦ sub;
ὄντος Χριστοῦ καὶ Κυρίου καὶ Θεοῦ ἡμῶν, μετὰ τὴν
ἕνωσιν αὑτοῦ κατηγοροῦνται, καὶ εἷς καὶ ὁ αὐτός
ἐστιν ό ἀΐδιος Υίὺς, ὁ πρὸ πάντων τῶν αἰώνων ὲκ
τοῦ Πατρὸς ἀχρόνως καὶ ἀπαθῶς γεγεννημένος, ὃς
ἐστιν ὑπόστασις μία τῆς ἁγίας Τριάδος, Θεὸς ἶσος
τῷ Πατρὶ κατὰ τὴν ἀῖδιότητα, τὴν πατρικὴν οὐσίαν
καὶ φύσιν ἀῖόίως ὲν ἑαυτῷ ἔχων, ἐπ’ ἐσχάτων δὲ τῶν
ἡμερῶν ὲκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθέ.
νου σαρκωθεὶς, καὶ ὲνανθρωπήσας, οὗτος ὀ ἀΐδιος
Υίδς ἀτρέπτως καὶ ἀναλλοιὼτως, καὶ γεγονὼς ὠς εἷς
τῶν ἀνθρώπων κατά πάντα, χωρὶς ἁμαρτίας, προσ-
ειληφὼς τὴν ἡμετέραν, ἢν οὐκ εἶχε, φύσιν, μεμενη-
κυίας αὑτῷ τῆς θείας, ἣν ἀῖδίως προεῖχε, φύσεως·
φανερὸν, ὅτι ὲν δύο φύσεσι καὶδύο φύσεις ἔχων ἐστὶν
ὁ εἷς τῇ ὑποστάσει Χριστὸς μετὰ τὴν ἕνωσιν· εἴπερ
τὸ Θεὸς δνομα καὶ ἄνθρωπος φύσεών εισι δηλωτικὰ.
ὼς κατὰ πολλῶν φερόμενα. Οὐκοῦν τὸ τῆς είς Χριστὸν
ὁμολογίας τοῦ ’Δποστόλου ἀληθινὸν δόγμα ὁ τῆς ἐν

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.