PG 105, col. 952

ιγ’. Τοιοῦτος ὢν καὶ τοσούτοις καταλαμπόμενος
χαρίσμασιν, οὑκ ὲπιπηδᾷ τῷ βαθμῷ τῆς ἱερωσύνης,
οὐ μεταδιώκει τὴν ἀξίαν τοῦ ῐινεύματος, οὑχ ὑπο-
κλέπτει τῷ χρόνῳ τὴν Θεῷ πλησιάζουσαν ἀλλά
διώκεται μὲν ὑπὸ τοῦ βαθμοῦ βίᾳ καὶ ἀκων, καὶ
ὑπὸ πάσης παρακληθεὶς ἀδελφότητος , ἔτι δὲ τὴν
δέησιν προσηκάμενος, ἢν ὁ τῆς πόλεως ἐποιεῖτο
ἐπίσκοπος, χειροτονεῖται πρεσϐύτερος. Καὶ ἦν ἰδεῖν
τότε τὸ μὴ ἐπιδεχόμενον ιπίτασιν εἶδος τῆς-ἀρετῆς,
ὅσον ἐπήγετο ό Ἰωσὴς), ἒκτεινόμενόν τε καὶ ἑφ-
απλού μενον, καὶ φιλονεικοῦν μετά σαρκὸς τῷ οὐρανίῳ
χορῷ ἐγκατοικῆσαι τόν γενναιότατον. Τότε γὰρ
δάκρυον αὐτοῦ ἀειρῤύτως ῥέον, τὰς ἀμάρας ἔμι-
μεῖτο τῶν ποταμῶνδ τότε γόνυ παννύχως, ὥς ὁ
λόγος φθάσας ἐδήλωσεν, ὲπικλινόμενον, εἰς λίθου
φύσιν μεταπεποίηταισ καὶ τὸ στέρνον πυκνὰ τῷ
λίθῳ κρουόμενον, τετύλωται τὰ ἄλλα · καὶ συγκακῶ-
σαν καὶτοὺς περὶ τδν θώρακα μῦας. οὐκ εῐα τὴν
φωνὴν ἀποτελεῖσθαι ἀπαρεμπόδιστον · οὕτως ὁ μέγας
εἶχεν ἑρασμίως πρὸς ἀρετὴν, τοσοῦτον οὐκ ὲμέλησεν
αὑτῷ ποτε τῆς σαρκὸς, ὅτι παντάπασιν αὐτοῖς ἀπο-
λέλυτο· καὶ ὅλος ἦν πρὸς Θεδν ἀφορῶν, δι’ όν ἐπόθει
λυθῆναι μὲν τοῦ δεσμοῦ, κατά Παῦλον, συνάπτεσθαι
δὲ τῷ ἐρωμένῳ καὶ ἐραστῇ.
ιδ’. Ὅθεν καὶ Θεοῦ τοῦτον ἀμειϐομένου καὶ τοῖς
ἐνταῦθα καλοῖς (καλὸν δὲ ἄρα καὶ καλῶν κάλλιστον
τὸ εὑρίσκειν τδν ἀρεταίνοντα ὅμοιον, καὶ τῇ προθέσει
συνεπαυξάνειν τὸν δρόμον τῆς ἀρετῆς), ἐπιδημεῖ τῇ
Θεσσαλονικέων [οὕτω δόξαν αὐτῷ, ό πολὺς τὸν βίον,
καὶ τοῖς θαύμασι περιϐόητος, τὺ Δεκαπολιτῶν περι-
λάλημα, μᾶλλον δὲ πασῶν τῶν πόλεων ὲγκαλλώπισμαι
ὀθεῖος Γρηγόριος ° ὃς ἐπεὶ παρέϐαλε τῇ μονῇ] , ὲνῇ
[ὁ γενναῖος ἀγωνιστὴς] τὰ κατά τῶν ἀοράτων ὲχθ ρῶν
ιπετέλει ἀνδραγαθήματα, ὁ μέγας, φημὶ, Ἰωσὴφ,
ξῶνξῆθος βεϐηκὸς, καὶ ψυχῆς ἐπιγνοὺς κατάστημα,
ἐκ τῆς ἐπιφαινομένης τῷ προσώπῳ χάριτος θείας
καὶ ὥραιότητος (ταχεῖαι γὰρ αἱ ψυχαὶ τῶν ἁγίων
πρὸς τὸ θηρᾶσαι τὰ τῶν ὁμοζήλων αὐτοῖς καταστή-
ματα), οἰκειοῦται τούτῳ καὶ συνάπτεται σωματικῶς
ἅμα καὶ νοερῶς, καὶ οὐκ ἐθέλει τούτου χωρίζὶσθαι '
φύσει γὰρ οἰκειοῦται τῷ ὁμοίῳ τὸ ὅμοιον. Ἀλλ’ ἑκά-
λει τὸ πρᾶγμα, καὶ ἔμελλεν ὁ θεῖος Γρηγόριος τὴν
Θεσσαλονικέων καταλιπεῖν· ἀνεϐάλλετο δὲ τὸν δρόμον.
τῇ πρὸς τὸν θεῖον Ἰωσὴφ ἀνακοπτόμενος, ὡς ἀν τις
ιῐποι, στοργῇ. Διὸ διά τινας ἀνάγκας ἐπιδημῆσαι
θέλων πρὸς τὴν μεγάλην τῶν πόλεως, οὐ φέρων δ’
οὐδ’ ἑπολίγον τὴν τοῦ όμοζήλου διακοπὴν, προσελθὼν
τῷ προεστῶτι τῆς μονῆς, καὶ πάντα κάλων κινήσας.
λόγους τε μυρίους παρακλητικοὺς ποιησάμενος.
λαμϐάνει τὸν *Ἰωσὴφ συναπόδημον · ἔμαθε γὰρ ᾧ
τέως ὑπείκειν τῷ Γρηγορίῳ, διὰ τὸ ὑπερϐάλλον τῆς
ἀρετῆς.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.