PG 115, col. 1173

λοῦντα, πυρὶ παραδίδωσιν, ὡς πολλὰ δὴ μάλα τῷ
Γάλλῳ ἐμπικρανάμενον. Τυῦτους μὲν οῦν ἀμφοτέ-
ρους εἱς τήν Χαλκηδόνα διαπέμψας, ἐκεῖ τῇ οἷκείᾳ
δίκῃ ὑπάγει ἑκάτερον, ἀνεῖλε δὲ καὶ Γαυδέντιον
στρατηγὸν τῆς Ἀφρικῆς, καὶ ἄλλους τινὰς ὀπόσοι
τι εἷς αὐτὸν πεπαρῳνήκεσαν· ἀλλᾶ τούτους μὲν διὰ
γραμμάτων ξέκόλασε, τὸν δὲ τοῦ Χριστοῦ μάρτυρα
καὶ γενναῖον ἄθλητήν Ἀρτέμιαν αὐτὸς δι’ ἑαυτοῦ
ἐν Ἀντιοχείᾳ παρὼν καί παρόντα διὰ τήν εἰς Χρι-
στὸν ὁμολογίαν, ἀπανθρώπως έκολασε, καὶ τῆς παρ-
οὐσης αὐτὸν ἀπεγύμνωσεν ἐξουσίας, μὴ φέρων τήν
αὐτοῦ παρρησίαν καὶ ἔνστασιν. Ὁ γὰρ Ἰουλιανὸς,
ὡς δεδήλωται, τὴν τῶν Ῥωμαίων περιθέμενος βασι-
λείαν, ἐσπούδαζε μάλιστα τὸν Ἐ)ληνισμὸν ἐπανορ-
θοῦν. Πανταχοῦ τοίνυν γράμματα διαπεμπόμενος,
ἐκέλευε τὰ ξτοότων τεμένη καὶ τοὺς βωμοὺς ἀν-
ιστᾷν, μετά πολλῆς ὅσης τῆς σπουδῆς τε καὶ προ-
θυμίας, καὶ ὅσας 6 μέγας Κωνσταντῖνος ταῖς έκ-
κλησίαις προσόδους ἀπένειμε, καὶ 6 τούτου υἱὸς Κωνστάντιος, ταύτας ἀφελὼν, τοῖς τῶν εἲδώλων
ναοῖς ἀφιέρωσεν, ἄντ’ ἐπισκόπων καὶ πρεσϐυτέρων καὶ διακόνων καταστήσας ζακόρους, καὶ νεωκόρους,
καὶ ῥάντας, καὶ θύτας, καὶ κανηφόρους, καὶ ὅσας ὁ ἑλληνικὸς ὕθλος ἑπιφημίζει προσωνυμίας. Ταῦτα
μὲν κάὶ ἕτερα διεπραττετο κατᾶ τὴν Κωνσταντινοόπολιν.
1Β’. Μετὰ δὲ ταῦτα μητέρος αὐτοῦ ἀδελφὸν ἔχων,
ἸουΛιανὸν τοῦνομα, τὴν τοῦ Χριστιανισμοῦ πίστιν
διὰ τήν ἐκείνου χάριν ἐξομοσάμενον, καί πολλὴν
ὑπὲρ τοῦ Ἑλληνισμοῦ προθυμίαν ἐπιδεικνύμενον,
ἄρχοντα τῆς ἑῴας ’ὀν καλοῦσι κόμητα ἐξέπεμψεν,
ἐντειλάμενος, τὰ μὲν τῶν ἐκκλησιῶν πράγματα
κακοῦν τε καὶ διαφθείρειν, πανταχοῦ δὲ καὶ διὰ
πάσης ἰδέας τὸν Ἐλληνισμὸν αῧξειν τε καὶ ἐπαίρειν.
'O δὲ ἀφικόμενος ἐν Ἀντιοχείᾳ ἐπειρᾶτο μείζων τῶν
ἐντεταλμένων τοῖς ἔργοις ζφαίνεσθαι, καὶ δὴ προσ-
αφαιρεῖται μὲν πασῶν τῶν ἐκκλησιῶν ἅπαντα τὰ
κειμήλια, ὅσα ἐν ἀργύρῳ τε καὶ χρυσῷ καὶ σηρικοῖς
ὑφάσμασι διετέλει, ἀποκλείει δὲ καὶ τὰς ἐκκλησίας,
τοῦ μή τινα εἰσφοιτᾷν ἐν αὐταῖς εὐχῆς ἓνεκα,
κλεῖθρα καὶ μυχμοὺς τοῖς πολῶσιν ἐπιϐαλών. Καὶ
ταῦτα μὲν κατᾶ τὴν Ἀντιόχου πόλιψ 6 τῆς Ἀνα-
τολῆς ἅρχων εἷργάζετρ, 6 δὲ βασιλεὺς Ἰουλιανὸς,
ἔτι κατᾶ τὴν Κωνσταντινούπολιν διεῖλκέ τινα χρό-
νον, τὰ ἐν ταύτῃ κρατύνας, εἷς ὅπερ ἐνόμιζε μάλιστα
τῇ βασιλεία συμφέρειν, καὶ δπος 6 Ἑλληνισμὸς αὐτῷ
πρὸς τὸ μεγαλειότερον ἐξαρθῇ σκοπῶν τε καὶ
πραγμκτευόμενος. ’Ἄρας οῦν ἐκ τῆς Κωνσταντινου-
πόλεως σὺν παντὶ τῷ στρατῷ τήν ἐπὶ τῆς Συρίας
ἐποιεῖτο ὁδόν.
11‘. Διελθὼν τοίνυν ἅπασαν τὴν Φουγίαν, καὶ πρὸς
τὴν ἐσχάτην αὐτῆς πόλιν τὸ καλούμενον Ἰκόνιον κατ·
αντήσας, ἐξέκλινε τήν Ἰσαυρίαν καταλιπών. Καὶ
τὸν λεγόμενον Ταῦρον ὑπεραναϐἆς ’ ἦλθεν ἐπὶ τὰς
πόλεις τῆς Κιλικίας, καὶ τῷ σταθμῷ προσπελάσας
τῷ ἐν Ἰσσῷ αὐτοῦ που κατασκηνοῖ, τὸν ἐκ Maneo
δονίας Ἀλέξανδρον μιμησάμενος· αὖτὸθι γὰρ κά-
κεῖνος ἐν Ἰσσῷ τὸν πρὸς Δαρεῖον τὸν Περσῶν βασι-
λέα συνεκρότησε πόλεμον, καὶ τοῦτον νικήσας, ἐπί-
σημον τὸν τόπον σῖργάσατο’ ἐκεῖθεν τὸν Ἰσσικὸν

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.