PG 115, col. 1172

λων, ὁπόση ,Ῥωμαίοις ὑπακούει, τῷ στρατῷ συντα-
ξάμενος, διά Γερμανῶν ἐπὶ τὸν Ἴστρον ἐχώρει.
Καὶ τῆς πέραν ὄχθης λαϐόμενος, διά τῶν ἐκείνης
χωρίων ⁵ἤλαυνε, τοὺς ὑπάρχους δὲ διαλαθὼν, τόν τε
τῶν Ἰταλιῶν Ταῦρον οῧοω καλούμενον, καὶ τὸν τῶν
Ἰλλυριῶν Φλορὲντιον, ἐπειδὴ κατὰ πλείονας ἐγένετο
διατριϐάς, ἐπὶ Οάτερα τοῦ ποταμοῦ αὐτίκα τήν τε
Ἰλλυρίδα πᾶσαν ὑφ’ ἑαυτῷ γῆν εἶχε καὶ τάς Ἰταλίας,
καὶ τά μέχρι ’Ἑσπερίου Ὀκεανοῦ σύμπαντα ἒθνηυ
ὁπόσα τῆς Ῥωμαίων ἐπικρατήσεως ἦν.
l'. Ὀ δὲ Κωνστάντιος ταῦτα πυθόμενος, ἐταράγθη
τε, ὣσπερ εἰκὸς ἦν, καὶ περὶ Κωνσταντινουπόλεως
ιάλιστα δείσας, μὴ, ὅπερ κακεῖνος διενοεῖτο, φθάσειεν
αὐτὴν ὑφ’ ἑαυτὸν ποιησάμενος, ἐπείγετο κατά τὸ
δυνατὸν προκαταλαϐεῖν. Ἐν ὅσῳ δὲ ὁ στρατὸς αὐτῷ
συνελέγετο, κατά τάς πόλεις τῆς Ἐῲας ἐσκεδα-
σμένος, καὶ ἔμελλεν ἐξαρτύεσθαι ὡς πρὸς τοσαύτην
ὁδὸν, σημαίνει τοῖς ἐπισκόποις εἷς τὴν Νίκαιαν αὖ·
τὸν ὡς ὅτι τάχιστα ὀφθῆναι προαςρικομένους· ἐμε-
λέτα γὰρ ἒν αὐτῇ δευτέραν συγκροτῆσαι σύνοδον,
παρά τῶν δυσσεϐῶν Ἀῤῥειανῶν κατὰ τοῦ Ὀμοου-
σίου παροτρυνόμενος. Ἐπεὶ δὲ τὴν Κιλικίαν διεξ-
ελθὼν, εἷς τὰς Μόψου καλουμένας κρήνας ἀφίκετο,
ἀσθένειά τις αύτῴ ἐξαπιναίως προσέπεσε, καὶ οὐχ
Νι
οἷός τε ἦν ἐπὶ τὸ πρόσω χωρεῖν, ⁸Ὡς δὲ ᾔσθετο φαύ-
λως ἔχων ἤδη καὶ οὐκ ἄν βιωσόμενος, τήν ταχίστην
τὸν Ἀντιοχείας ἐπίσκοπον Εὐζώϊον μεταπεμψάμενος,
βαπτίσαι αὐτὸν ἐπιτρέπει, καί δὴ βαπτισάμενος
καὶ μικρὸν ἐπιϐιοὺς, αὐτόθι προλείπει τὸ ζῇν, βα-
σιλεύσας τὰ σύμπαντα ἔτη τεσσαράκοντα, τά μὲν
εἶ’κοσι μετᾶ τοῦ πατέρος, μόνος δὲ τὰ ἐπίλοιπα.
1Α’. Αὐτὸν δὲ ἡ στρατιά ὀλοφυρομένη, καὶ τὰ
νομιζόμενα ἐπ’ αὐτῷ τέλέσασα, λάρνακι τοῦτον
ἐνέθεσαν, τοῖς εἰωθόσιν εἷς τὸ διαρκέσαι σκευάσαν-
τες τὸν νεκρὸν, καὶ εἰς ἅμαξαν ἐνθέμενοι, ἐκόμιζον
σὺν τοῖς
ἐπὶ τήν Κωνσταντινούπολιν, σὺν τοῖς οἰκείοις
ἕκαστος ὅπλοις αὐτῷ ἐφεπόμενοι, καὶ κατά τὸν αὖ·
τὸν κόσμον ὅνπερ καὶ ζῶντος ἐν τοῖς ἡγεμόσι τε·
ταγμένοι ἐτύγχανον. Οὗτοι μὲν δὴ τὴν Κωνσταντιο
νούπολιν εἶχον ἄγοντες τὸν νεκρὸν, καὶ ὁ Ἰουλιανὸς
συνομάρτησεν ἐκ τῶν Ἰλλυριῶν ἀφικόμενος, καὶ
ἤδη βεϐαίως ἔχων τὴν πᾶσαν βασιλείαν, οὐδενὸς αύ-
τὸν μετά τὸν Κωνσταντίου θάνατον ἐναντιωθῆναι
τολμήσαντος, κομιζομένου δὲ τοῦ νεκροῦ ἐπὶ τὸν
wadw τῶν Ἀποστὸλων, ἵνα περ αὐτὸν καταθήσειν
πλησίον τοῦ πατρὸς ἔμελλον, αὐτὸς ἡγεῖτο τῆς
κλίνης ὁ Ἰουλιανὸς, τὸ διάδημα τῆς κεφαλῆς
περιελὼν. Ἐπεὶ δὲ ἔθαψαν αὐτὸν, ἐπὶ τὰ βασίλεια
ἤδη ἀπαλλαττόμενος, τό τε διάδημα αὖθις ἔπέθετο.
Καὶ τῶν πραγμάτων ἐγκρατὴς ἦν, μόνος ἤδη τήν
Ῥωμαίων ὅλην βασιλείαν ὓποζωσάμενος. Ἐπεὶ οὗν
ὁ Κωνστάντιος ἐκ ποδὼν ἦν, εἷς τοὺς ὑπολειπομέ-
νους καὶ μάλιστα τῷ φρόνῳ τήν αἰτίαν παρασχομέ-
νους τῆς ἀναιρέσεως Γάλλου, ἆνεψυχε τὸ ζέον τῆς
ὀργῆς Ἰουλιανὸς, καὶ αὐτίκα Εὐσέϐιον
μὲν τὸν
διότι τήν
Πραιπόσιτον τῆς κεφαλῆς ἀφαιρεῖται,

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.