PG 115, col. 1261
ἀνθρώποις ένέσπειρε πλάνην, καὶ αὐτοῦ θανάτου
πείσας καταφρονεῖν, καὶ τὰς ἑαυτῶν ὑπὲρ ἐκείνου
προδιδόναι ψυχὰς καὶ τὰ σώματα.
ΙΒ’. Ἐν τούτῳ καί τις γυνὴ, τῶν ἒν τῇ πόλει τὰ
πρωτεῖα φέρειν πιστευομένη, γένει καὶ πλούτῳ,
καὶ δόξῃ, καὶ ὥρᾳττῶν ἅΛλων μακρῷ διαφέρουσα,
ἐν νεαζούσῃ ἔτι τῇ ἡλικίᾳ, ἐνδιαϐάλλεται τῷ τυ-
ράννῳ. Καὶ αὐτίκα κελεύει τοῖς ὑπ’ αὐτὸν ἐκεῖνος
μετά τινος αἰδοῦς καὶ τιμῆς αὐτὴν ἀγαγεῖν, εὔθε-
τόν τε αὐτῇ παρασκευάσαι τήν πρὸς αὑτὸν εἷ’σοδον.
Ἥ δὲ, καίτοι τὸν τρόπον τοῦτον ἀχθεῖσα καὶ μηδέπω
εἷς ὄψιν ἢ λόγους έλθοῦσα τῷ Ἰουδαίῳ, ὅμως ἠνιᾶτο
τῆς τῶν ἄλλων γυναικῶν μαρτυρίας ἀπολειφθεῖσα
Μετὰ δὲ τρίτην ἡμέραν κατᾶ τὸ κελευσθὲν εἰσ-
άγεται μετὰ τιμῆς πρὸς τὸν βασιλέα. Καὶ ὃς,
ἥμερον αὐτὴν προσϐλέψας, καὶ ὑποκλέπτειν ἔκ
προοιμίων ἀρξάμενος, Ἠ φήμη, φησὶ , σώ-
φρονά σε διαγγέλλει, καὶ κοσμίαν καὶ συνετὴν,
καὶ αὐτὸ δὲ τὸ παράστημα καὶ ἡ ὄψις τοῖς λεγο-
μένοις συμμαρτυρεῖ. Ἀλλὰ καὶ πολὺς περὶ τοῦ
διατρέχει λόγος γένους ἕνεκα καὶ πλούτου, καὶ τῆς
ἄλλης περιφανείας. Μὴ οὗν οὕτω ταῖς ἀσυνέτοις
ὁμοίως, ’ἀς ἐγὼ δικαίως ἀπώλεσα, τὸν ἐσταυρωμένον
ἀνάσχῃ καὶ αὑτή Θεὸν ἄνειπεῖν, ἄνθρωπον, φόνον
καὶ οἰνοπότην, τελωνῶν καὶ ἁμαρτωλῶν φίλον, καὶ
μηδὲ τοὺς πατρῴους στέρξαντα νόμους ⁸ ἀλλ’ οἰκεῖα
πράττουσα τῆς σῆς εὐγενείας, ἆπόταξαι μὲν τῷ
Ναζωραίῳ, συμφρονῆσαι δὲ ἡμῖν, καὶ συνεῖναι περί
τὰ βασίλεια θέλησον, Οὕτω γὰρ ἐλευθεριώτερον τὸ
ἀπὸ τοῦδε βιώσεις, καὶ τῶν ἔκ τῆς χηρείας ἁπαλ-
λαγεῖσα κακῶν, καὶ ἄλλοις ἐπαρκεῖν μᾶλλον δυνήσῃ.
Ἦκει μὲν γὰρ ὁ λόγος καί εἲς ἡμᾶς, μαρτυρεῖ δὲ
καὶ αὑτᾶ τὰ πράγματα, ὅτῖ καὶ πλούτῳ βαθυτάτῳ
κομῶσα, καὶ πολλὴν ἐκ προγόνων κεκτημένη τὴν
περιουσίαν, πολλοὺς τε τοὺς ὑπηρετουμένους σοι καὶ
θεραπεύοντας ἔχουσα, ὅμως δεύτερα τῆς οἰκείας
αἰδοῦς καὶ ἀρετῆς πάντα θεμένη οὐδενὶ τῶν ἀπάν-
των έτέρῳ οὐδὲ κατ’ ὄψιν μόνην ἦλθες ἀνδρὶ, ἀλλ’
ἢ τῷ νομίμως συζευχθέντι σοι καὶ πρὸς γάμον
ἀγαγομένῳ. Μὴ δῆτα μηδὲ νῦν, σύμϐουλος ἐγώ σοι
τούτων καθίσταμαι, τήν τε οἰκείαν ὥραν καὶ τήν
νεότητα, καὶ τὴν τῶν θυγατέρων παρθενίαν δημίων
’χερσὶ παραδῷς, τοῦ κολάζειν πλέον τὸ ὑϐρίζειν ἑχού-
$13.; ° ἀλλὰ τῆς τοῦ ἐσταυρωμένου δόξης⁷ ἀποσχομέ-
νη καὶ νόμοις τοῖς ἡμετέροις εἴξασα, έαυτῆ τε καὶ
τέκνοις τὰ λυσιτελῆ περιποίησαι.
ΙΓ’. Καὶ ἡ μακαρία ἐμμελῶς ἅμα καὶ πεπαιδευ-
μένως ὑπολαϐοῦσα, El ’ὸν ἔδει τιμᾷν, εἶπεν. ὦ βασι-
λεῦ, ὡς τὸ κράτος σοι χαρισάμενον, καὶ τὴν πορφυ-
ρίδα ταύτην καὶ τὸ διάδημα, μᾶλλον δὲ καὶ αὐτὸ τὸ
εἶναι καὶ ζῇν, ἅτε Θεοῦ Υἱὸν καὶ Θεὸν, ἀγνώμονι
ψυχῇ ἆθετήσα τολμηρᾷ γλώττῃ καθυϐρίζεις, καὶ
οὐ δεδιας μή πού σε σκηπτὸς ἄνω Θεὸς ἐνεχθεὶς κα-
ταφλέξειεν, ἐμὲ τιμήσεις αὐτὸς, ἥτις ἐσχάτην μᾶλλον
ἀτιμίαν τὴν ὑμετέραν ἡγοῦμαι τιμήν. Παῦσαι κατά
σαυτοῦ τὸ ξίφος ὠθῶν. Μηδὲ γένοιτό μοι παρὰ τοι·