PG 115, col. 1260

ὡς εἶχον ἀναϐοῶντας, Οὐκ ἀρνούμεθα σε τὸν ἕνα τῆς
Τριάδος, Λόγε Θεοῦ -καὶ Χριστέ, οὐδὲ τήν σὴν οῗκονο·
μίαν διαχλευάζομεν, οὐδὲ τῶν δι’ ἡμᾶς σου παθῶν
Ἰουδαϊκῶς, καὶ τοῦ σταυροῦ κατορχούμεθα” τούτους
μὲν ἔτι παρακατεῖχε δεσμίους, τῷ δὲ ἄλλῳ πλήθει
τῷ ἐξ ἀπάσης ἴδίας συνειλεγμένῳ καὶ ἡλικίας, τὴν
τοῦ θανάτου ψῆφον ἐπήγαγεν. Γυναῖγας δὲ καὶ τέκνα
τῶν κατεχομένων μαρτύρων κατ’ ὀφθαλμοὺς αὐτῶν
ἀγαγὼν πρὸς ἄρνησιν ἐξεκαλεῖτο Χριστοῦ, τοῦτο μὲν
ἀπειλῶν, τοῦτοδὲ καὶ κολακείαις δεινῶς ὑπερχόμε-
νος· ἔστιν ὅτε καὶ πᾶν εἶδος κολαστηρίων αὐταῖς
Βέπανατεινόμενος, τέκνων τε καὶ γονέων καὶ περιου-
- ι . ο ,κ . , . .
σιῶν, καὶ αὐτῆς πατρίδος, ἐπισείων τήν στέρησιν.
Αἱ δὲ, Πᾶσιν, εἶπον, τοῖς παρὰ σοῦ προτεινομένοις,
ὦ βασιλεῦ, εἷ’τε χρηστᾶ εἶεν, εἷ’τε xvi ἄλλως ἔχοντα,
ἡδέως ἀποταττὸμεναι σήμερον, τὸν ὑπὸ σοῦ βασφη-
μούμενον αἷ¹ρομεν τοῦ Κυρίου σταυρόν καὶ τῷ ἐν
αὐτῷ τὴν ἡμῶν πραγματευσαμένῳ σωτηρίαν ἀκολου-
θοῦμεν Χριστῷ. ’Ἃλογον γὰρ ἀληθῶς καὶ κομιδῆ
γυναικεοῖν τὰς μὲν ἡμῶν ἀνδράσι τοιούτοις συνοικη-
σάσας, o'i τὸ κινδυνεύειν διὰ Χριστὸν εἳλοντο, τάς
δὲ καὶ παρθενίαν ἀσκουμένας, ἅτε νυμιρευσαμένας
Χριστῷ, μὴ τήν ψυχήν ἀρῥενῶσαι, καὶ τὸν ὑμέτερον
ἀλὸγιστον οὕτω θυμὸν ἐν τῷ ἰδίῳ καθυποστῆναι
σώματι.
IA'. Καὶ ὁ βασιλεύς. Πολλτςν ἔγωγε, γυναῖκες,
ἀνοιαν ἔχω καταγινώσκειν ὑμῶν, ὅτι χάριν ἀνθρώ·
που πλάνου καὶ γόητος καὶ βιοθανοῦς θάνατον αἱ·
ρεῖσΘε, καὶ τῶν παρόντων ἡδέων ἐλπίδας ἄδηλον τὸ
πέρας ἐχούσας προτιμᾷν ἔγνωτε. Mi, ἐνεγκόντες δὲ
τινες τῶν θερμοτέρων Πατέρων τε καὶ μοναζουσῶν
τὴν κατᾶ Χριστοῦ ὕϐριν, τραχυτέροις κατὰ τοῦ βα-
σιλέως ἐχρήσαντο ῥήμασιν, αὐτὸν τὸν βλασφημοῦ-
μενον Κύριον εἰς ἄμυναν ἐκκαλούμενοι, ἐφ’ᾦκαὶ
χαλεπήναντα τὸν Ἑϐραῖον, κοινῇ τὴν διὰ- ξίφους
ἀναίρεσιν κατ’ αὐτῶν ἀποφήνασθαι. ”Ἠν οῦν ἑλκο-
μένας ἰδεῖν τῶν τριχῶν γυναῖκας ὁσίας, καί πρὸς
θάνατον οὕτως ἐπαγομένας, μᾶλλον δὲ καὶ προθύ-
μοις ποσὶν αὐτὰς φερομένας, καὶ τήν διὰ Χριστὸν
διψώσας σφαγήν. Καὶ γὰρ ἅμιλλά τις οὐκ ἀγεννής
περὶ αὐτὰ, ἵστατο. Ἐπείπερ αἱ μονάζουσαι μὲν καὶ
παρθένοι τῶν πρωτείων οὐδ’ ὅλως ταῖς ὑπὸ ζυγὸν
,
ἐξίσταντο, Ἀναμνήσοητε, λέγουσαι, ὅτι καὶ προτε-
ρον ὑπὲρ ὑμᾶς ἐπί τε τῇ τῶν ἱερῶν εἰσόδῳ, καὶ τῇ
τῶν ἁγίων μεταλήψει, τῇ στάσει τε καὶ καθέδρᾳ
προτετιμήμεθα· καὶ διὰ τοῦτο χρὴ καὶ τὰ νῦν ἡμᾶς
πρὸ ὑμῶν τε καὶ τῶν ὑμετέρων ἀνδρῶν καταξιοῦ-
σθαι τοῦ μαρτυρίου. Αἱ δέ μαρτύρων γυναῖκες ἤδη
καὶ μητέρες καλούμεναι δευτερείων οὐδ’ ὅλως κατά
τὸ παρὸν ἡνείγοντο. Ὗπεψέλλιζε δὲ καὶ τὰ παιδία
παραθέοντα ταῖς μητράσι, καὶ τὸν δήμιον ἐξεκαλεῖ-
το καὶ αὐτὰ πρὸς τὸν θανατον. ᾚδεσαν γὰρ καὶ
ἄλλοτε παῖδας ἱερά Χριστῷ προσενεχθέντας δι’ αὖ,
τὸν σφάγια, Οὕτω δὴ καὶ τὸν θάνατον αἱ μακάριαι

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.