PG 115, col. 217

Ἠν μὲν γὰρ προφθάσας ἓν διακόνοις 6 Στέφανος, ἐν
ἀποστόλοις 6 Ζεϐεδαίου Ἰάκωϐος · νῦν δὲ 6 ἀρχιερεὺς
τῷ πρώτῳ ἀρχιερεῖ Χριστῷ ἠκολούθησεν, ὁ μάρτυς
τῷ ὑπερ τοῦ κόσμου παντὸς τὸ αἱμα τὸ ἴδιον ὑπο-
σχόντι. Πόσων σοι θείων ἀξιωμάτων ποσοι χρεω-
στοῦνταί σοι στέφανοι, τῷ μαθητῇ, τῶ ἀρχιερεῖ, τῷ
δικαίῳ, τῷ θεαδέλφῳ, τῷ μάρτυρι, τῷ ὃ τι ἄν τις
εἵποι τῶν ἀγαθῶν ἐκ περιουσίας ἔχοντι, εἰς δόξαν
Πατέρος, Υἱοῦ καὶ ἁγίου Πνεῦματος, τῆς μιᾶς καὶ
ἀχωρίστου Θεότητος, πρέπει πᾶσα δόξα, τιμὴ, καὶ
μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀτελευτήτους
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΑΚΑΚΙΟΥ ΚΑΠΠΑΔΟΚΟΣ.
MARTYRIUM SANCTI ET EGREGII CHRISTI MARTYRIS
(Surius ad diem 8 Maii ; Graace nunc primum prodit ex. cod. Reg. Paris 1334, stec. xu.)
A'. Τρίτον τοῦτο τοῦ μισοκάλου καὶ παμπόνηρον C
δράκοντος λαίλαπι κινήσαντος κατὰ τῶν τοῦ Θεοῦ
δούλων ἐπὶ Μαξιμιανοῦ τοῦ γαμϐροῦ Διοκλητιανοῦ,
υἱοῦ δε καὶ ὑπερασπιστοῦ τοῦ Σατανᾶ, εὐθέως καὶ
τὰ πονηρὰ καὶ ἀσεϐῆ διατάγματα τούτου κατὰ πᾶ-
σαν χώραν ἐπεφοίτησεν, ἔνθα προσέττατεν, ὥστε ἐν
πάσῃ πόλει, εἴ τις μὴ βούλοιτο τῇ θεραπείᾳ τῶν
θεῶν προσιέναι, τοῦτον ἀπαραιτήτως πάσῃ τιμωρίᾳ
ὑποϐληθῆναι. Καὶ ταῦτα μεν πρὸς τοὺς ἔξω ἄρχον-
τας έθέσπισεν, φόϐῳ πάντα καὶ κινδύνου βασιλικοῦ
γέμοντα ° πρὸς δὲ τούτοις καὶ τοίς τοῦ στρατοῦ αὐτοῦ
ἡγεμόσι ταῦτα παρηγγέλλετο, ὥστε εἳ τις τῶν στρα-
τιωτῶν μὴ ὑπείκῃ τοῖς προστάγμασι τοῦ βασιλέως
εἰς τὴν θεραπείαν τῶν θεῶν, μᾶλλον δε δαιμόνων,
τοῦτον δέσμιον τοῖς ἔξω δικαστηρίοις δίδοσθαι εἰς
τιμωρίαν.
Β’. Ἐν τούτῳ τοίνυν τῷ καιρῷ καὶ τὰ κατὰ τὸν
μακάριον καὶ ἅγιον μάρτυρα τοῦ Χριστοῦ Ἀκάκιον
τὸν ἀληθῶς φερωνύμως τῇ θείᾳ πράξει μαρτυρη-
θέντα xui. μηδὲν τοῦ κακοῦ μετασχόντα ἢ πράξαντά
τι τῆς πονηρᾶς καὶ κακεντρεχοῦς αὐτοῦ μηχανῆς’
οὗτος δὲ ἦν ὁ ἅγιος, γένους μεν Καππαδοκῶν, τῇ δὲ
τύχη στρατιώτης, τῇ δὲ προθέσει ἀθλητὴς τοῦ Χρι-
στοῦ · καὶ ταῦτα ἐκόσμει, καὶ γένος, καὶ στρατείαν.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.