PG 115, col. 221

τοῦτο μᾶλλον Ἃκάκιος λέγομαι· ού γὰρ θέλω μετα-
σχεῖν τῆς κακίας καὶ πονηρίας τῶν ἀθλίων καὶ αἱμο-
ϐόρων δαιμόνων ἣ τῶν τούτοις πειθομένων Ἐλλὴ·
νων. '0 δικαστὴς εἶπεν Πόθεν ὁρμώμενος οὕτω
καταθρασύνῃ τῷ λόγῳ ;¹Ο ἅγιος ’Δκάκιος εἶπεν·
Τί γὰρ τοῦτο ποιῇ, ὅτι ἐρωτᾷς περὶ τῆς πατρίδοςς
'0 δικαστής εἶπεν ° Ἐπειδὴ ἔμπειροι γεγόναμεν
καὶ τὰ ἤθη τῶν πατρίδων ἐπιστάμεθα, διὰ τοῦτο
ἔπηρὼτησά σε, ἵνα πρὸς τό ἦθος τῆς πατρίδος σου
ἀκούσας, οὕτω καὶ χρήσωμαι έν τῷ παρόντι προσ-
τάγματι. Ὀ ἅγιος Ἀκάκιος εἶπεν· Γένει μὲν εἰμὶ
’Δχαιός, ἐγεννήθην δε ἐν Καππαδοκίᾳ· ἐκεῖσε τοίο
νυν καὶ τὴν κατοίκησιν τῶν γονέων μου ἐχόντων,
ἐπὶ στρατείαν ἦλθον, ὅθεν μάλιστα καὶ πολλοὺς τῶν
συστρατιωτῶν μου προλαϐόντας μάρτυρας τοῦ Χρι-
στοῦ γνωρίζω, ἀλλὰ καὶ γείτονας καὶ συνηλικιώ-
τας μου. Βούλομαι οὖν ἐκείνοις α’ μᾶλλονκολουθῆ-
σαι, εἴπερ τοῖς λεγομένοις νόμο ιςά ρπύμῶν ἀνθρώ-
πων ἀκοῦσαι τοῖς μετ’ αὐτῶν φθειρομένοις τῇ παρ- tum
αλλαγῇ τοῦ βίου τούτου.
E’. '0 δικαστὴς εἶπεν· Μὴ νομίσῃς, Ἀκοίκιε,
τὰς τυχούσας σε τιμωρίας ἐκδέξασθαι· καὶ γὰρ καὶ
τό πάτριόν σου ληρῶδες καὶ ἀπότομον θάρσος τοῦτο
ζητεῖ. Ὠστε οὖν πάντα σου τὸν λογισμόν ἐκεῖνον
ῥίψας, θέλησον πειθαρχῆσαι τοῖς νόμοις τῶν βασι-
λέων τῇ πρὸς τοὺς θεοὺς θεραπείᾳ, δι’ οὖς κρατοῦσιν
oi τὰ πάντα νικῶντες καὶ διέποντες Αὖγουστοι, αἰ-
δεσθῆναι δε καὶ ἡμᾶς καὶ τό βῆμα ἡμῶν, καὶ μὴ
νόμίσης εἶναι πάντων φρονιμώτερος, ἀπονοίᾳ ἀκαίρῳ
κεχρημένος, εἰς ἄνθρωπόν τινα, ὥς φασιν ύποδικον
τοῖς νόμοις γεγενημένον, τὰς ἐλπίδας ἔχων. Ὁ ἅγιος
Ἀκάκιος λέγει’ Σφάλλει, δικαστά, δεινὴν πλάνην
τοῦ Σατανᾶ πλανώμενος· ού γὰρ διὰ τὴν θεραπείαν
τῶν θεῶν, ὧν Λέγεις, κρατοῦσιν οὶ βασιλεῖς, ἀλλὰ διὰ
τὴν συγχώρησιν τοῦ ἀγαθοῦ καὶ εύσπλάγχνου Θεοῦ
τοῦ τὰ πάντα ποιήσαντος καὶ διακυϐερνῶντος· τὸ δε
εὶς ἄνθρωπον ὑπόδικον, ὡς σὺ λέγεις, ἔχειν με, δι-
καστά, τὰς ἐλπίδας, γνῶθι, ὅτι ἄνθρωπος μὲν δι’
ἡμᾶς ὀ Κύριος ἡμῶν Ἰησους Χριστός ἐπεφάνη τῷ
κόσμῳ, ἵνα σώσῃ ἡμᾶς· Θεὸς δε ὢν ἀληθινός καὶ
φέρων τὴν ἀπόρῥητον αύτοῦ οἰκονομίαν, ἣν οὐκ ἄν
δυνήσῃ ἀκοῦσαι ἤ γνῶναι, εἰ μὴ πρῶτον ἑαυτὸν εὖ·
τρεπίσῃς τῇ πίστει· πῶς ἄν κατ’ ἀξίαν διηγήσομαί
σόγ ;Θεός γὰρ ὢν ἀληθινός, ὥς ἔφην, τὴν φύσιν καὶ
Λσοιος ἀδιαίρετος ὑπάρχων, καί συναίδιος ἀεὶ τοῦ
Ιιατρὸς, ἐν ἰδίοις, ὅτε ἠθέλησεν, καιροῖς ἐτέλεσεν τό
οργον τῆς ἡμετέρας σωτηρίας, καὶ τῆς κατακρίσεως
ωῦ Σατανᾶ, τοῦ ἀπ’ ἀρχῆς βασκαίνοντος, ἠλευθέ-
ἓτρεν.
ς’. '0 δικαστὴς εἶπεν⁶ Καὶ εἰ κατ’ αὐτοῦ πράσ-
σουσιν οἰ βασιλεῖς, πῶς οὐκ ἀμείϐεται τούτους ὁ
Χριστός σου, ὁ τὴν οἰκονομίαν, ὥσπερ σὺ ἔφης, δι’
ἡμᾶς βαστάσας, ε’ίγε ἑστὶν Θεὸς ἀληθινός καὶ δυναο

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.