PG 118, col. 336

ἐνταῦθα μόνον αὐτην συμϐαίνειν νομίσῃς, ἐπάγει
τὸ, «ἀποκαλύπτεται, ι ὅπερ τήν ἐκεῖ δηλοῖ, ὡς νῦν
αὐτῆς μὴ πάσης πεφανερωμὲνης. ‹‹ Ἐν αύτῷ ἀπο-
καλύπτεται. n Τῷ Εύαγγελίῳ δηλονότι. Δικαιοσύνη
γὰρ Θεοῦ, φησὶν, ἐν τῷ Εὐαγγελίῳ ἀποκαλύπτεται.
Τουτέστιν, ’ἁπασαὴ ἀρετή διὰ τοῦ Εὗαγγελίου τε·-
λειοῦται, Δικαιοσύνη γὰρ πολλάκις εἷ’ωθε πᾶ-
σαν λέγειν τήν ἀρετήν. Πῶς δὲ ἀποκαλύπτεται,
καὶ τίσι ;Τοῖς ἐκ πίστεως τῷ Εὖαγγελίῳ προσιοῦσι.
ΙΙᾶσι μὲν γὰρ κηρύττει τὴν ἀρετήν τὸ Εύαγγὲλιον,
καὶ πᾶσι παραινεῖ ἀντέχεσθαι τῆς ἀρετῆς. Ἐκείνοις
δὲ ἀποκαλύπτει τὸ κάλλος τῆς ἀρετῆς, καὶ ἐκείνους
ποιεῖ ἐραστὰς αὐτῆς, τοὺς μετά πίστεως προσιόν-
τας. Τί οὗν; παύεται ἡ πίστις τῆς ἀρετῆς κατορ-
θουμένης ς Ούμενοῦν. Ἀλλὰ καὶ εἰς τὸ τελειότερον
καὶ ὑψηλότερον πρόεισιν. Ἡ μὲν γαρ πρώτη πίστις
κατάνυξίς τις ἦν καὶ προθυμία ψυχῆς. Ἡ δὲ τῇ τῶν
ἀρετῶν ἐργασίᾳ συναυξηθεῖσα καὶ τελειωθεῖσα πί-
στις, βεϐαίωσίς ἐστιν ἀμετάπειστος καὶ πληροφορία.
Καὶ ἡ μὲν ἔοικε καταϐολῇ σπέρματος, ἡ δὲ καρποφοι
ρίᾳ, ἡ τῶν ἀρετῶν ἐργασία, ἡ δὲ δι’ αὐτῶν τελειω-
Θεῖσα πίστις, ἀπολαύσει καὶ εὐδαιμονίᾳ. Οὕτως οὗν
δικαιοσύνη Θεοῦ ἀποκαλύπτεται ἦν τῷ Εύαγγελίῳ ἐκ
πίστεως εἷς πίστιν. Καλεῖ δὲ Θεοῦ δικαιοσύνην τὴν
ἀρετήν, ὅτι θεῖόν τί ἐστιν ἡ ἀρετὴ, καὶ ὅτι πάντα τὰ
ἀγαθὰ ἐκ Θεοῦ. ‹‹ Ἐκ πίστεως εἷς πίστιν.» Ἀπὸ
πίστεως ἄρχεται, καὶ εἷς τὸν πιστεύσαντα λήγει.
Ἠ ὅτι ἐκ πίστεώς τε ἄρχεται, καὶ είς πίστιν ὀφείλει
λῆξαι. Ὠς οὐκ ὀφειλόντων ἡμῶν ἅπαντα τὰ ἐν αὐτῷ
περιεργάζεσθαι. Ἦ οὕτως· Δεῖ πιστεῦσαι τοῖς προσ
φήταις, καὶ δι’ ἐκείνων εἴς τὴν τοῦ Εὐαγγελίου πί-
στιν ποδηγηθῆναι. ”ΑΛλως. Ὀ γὰρ τῷ Δεσπὸτῃ πι-
στεύων Χριστῷ, καὶ τοῦ βαπτίσματος τὴν χάριν
δεξάμενος, ποδηγεῖται διὰ τούτων εἷς τὸ πιστεῦσαι
τοῖς μίλλουσιν ἀγαθοῖς, τῇ ἐκ νεκρῶν ἀναστασει,
τῇ αἰωνίῳ ζωῇ, καὶ τῇ βασιλείᾳ τῶν οὐρανῶν. Πι-
στεύειν γὰρ δεῖ ὅτι Θεὸς ἐφάνη ἐπὶ γῆς μετὰ σαρ-
κὸς, ὅπερ ἐστὶν ἀρχὴ, καὶ πάλιν ὅτι ἔσται τοῖς m-
στεύσασιν εἷς κλῆρον ἡ βασιλεία τῶν οὐρανῶν, ὅπερ
ἐστὶ πίστεως τέλος. Ἣ οὕτως. [ἈΚΑΚΙΟΥ] Τῷ μὲν
Ἰουδαίῳ ἐκ τῆς τοῦ νόμου πίστεως, εἷς την διὰ
Ἰησοῦ Χριστοῦ, τῷ δὲ Ἕλληνι, ἐκ τῆς τοῦ φυσικοῦ
εἷς τήν αὐτὴν Ἰησοῦ Χριστοῦ πίστιν. ι Καθὼς γέ-
γραπται, ν Ἰνα γὰρ μή δόξῃ ἀπίθανον εἶναι τὸ
ῥῆμα, ὅτι πίστις σωτηρίαν δωρεῖται καὶ δικαιο-
σύνην⁷ μαρτυρίαν παράγει τῶν ετρημένων καὶ ἀπύ-
δειξιν, τήν προφητικὴν ῥῆσιν τήν τῷ Ἀϐϐακοὺμ
εἷρημὲνην. Τοιοῦτον δέ φησιν· Καλῶς εἷπον τὸν
σπουδαῖον ἐκ πίστεως εἷς πίστιν προϊὲναι δι’ ἀρετῆς,
Καὶ γὰο ὁ Ἀϐὄακοὺμ, φησὶν, ἄνωθεν τοῦτο διὰ τοῦ
αὐτοῦ πνεύματος βοᾷ, ὅτι ὁ σπουδαῖος ἅνθρωπος ἐκ
πίστεως ζῇ, τουτέστι πᾶσαν τήν ζωήν αὐτοῦ πίστει
παρατεινομένην ἔχει. Ἢ οἰκειότερον Ἐπεὶ ζωὴ
ἀληθινὴ τῷ δικαίῳ τὸ θάλλειν καὶ ἀναζῇν ἐν τῇ
κτήσει τῶν ἀρετῶν, ὁ δίκαιος, φησὶν, ἢτοι ὃ σπου-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.