PG 122, col. 1340

έν οἷς καταργοῦνται οἱ δαίμονες· καὶ δοξάσας K6-
ριον τὸν Θεὸν Ἰσραὴλ, ἐκέλευσα περιδεθῆναι τὸ
πνεῦμα δεσμοῖς ἀλύτοις. Καὶ εὐλόγησας τὸν Θεὸν,
ἐκέλευσα παρεῖναι ἕτερον πνεῦμα· καὶ ἦλθε πρὸ
προσώπου μου ἕτερον δαιμόνιον ἔχον τήν μοροῆν
ἔμπροσθεν ἵππου, δπισθεν δὲ ἰχθύος, καὶ φωνὴ ἦν
αὐτῴ μεγάλη, καὶ ἔλεγε πρός με· Βασιλεῖ) Σολομῶν,
ἐγὼ πνεῦμα θαλάσσιον εῗμῖ χαλεπὸν, καὶ ἀποδέχο-
μαι έν χρυσῷ καὶ ἀργύρῳ· ἐγὼ τοιοῦτον εἰμὶ πνεῦο
μα διεγειρόμενον καὶ ἐρχόμενον ἰπὶ τὰ ἀπλώματα
τοῦ ὕδατος τῆς Θαλάσσης , καὶ ἐκποδίζω τοὺς ἐν
αὐτῇ πλέοντας ἀνθρώπους· διεγύρω γάρ ἐμαυτὸν
. ς. . - ν ρ κ τ , κ
εἷς κῦμα καί μεταμορφοῦμαι, έπιρίπτω καὶ ἐπεισ-
έρχομαι τοῖς πλοίοις. Καὶ αὕτη μου ἐστὶν ἡ ἐργασία
τοῦ ὑποδέχεσθαι τὰ χρήματα καὶ τοὺς ἀνθρώπους·
λαμϐάνω γάρ καὶ ὃιεγεὶρομαι, καὶ διαῤῥίπτω τοὺς
ἀνθρώπους ἀπὸ τῆς θαλάσσης ⁸ οὕτως εἰμί ἐπιθυ-
μῶν σωμάτων· ἀλλ’ ἐκρίπτω αὐτὰ. ἔξω τῆς Θαλασ-
σης ἕως τοῦ δεῦρο. Ἐπειδὴ δέ Βεελζεϐοὺλ ἅρχων
τῶν ἀερίων πνευμάτων καὶ καταχθονίων, καὶ ἐπι-
γείων δεσπότα, καὶ συμϐασιλεῦει εἷς τὰς ἑνὸς ἐκά-
στου ἡμῶν πράξεις· διὰ τοῦτο κάγὼ ἀνέϐην ἀπὸ
τῆς θαλάσσης· σκέψιν τινα λαϐεῖν παρ’ avsa},- ἔχω
δὲ καὶ ἑτέραν δόξαν καὶ πρᾶξιν· μεταμορφοῦμαι
εἷς καύματα, ααὶ ἀνέρχομαι ἀπὸ τῆς Θαλάσσης, καὶ
δεικνύω ἐμαυτὸν τοῖς ἀνθρώποις, ὡς οἳ ἐπίγειοι
καλοῦσί με, κυνόπαστον (820.9}, ὅτι μεταμορφοῦμαι
εἷς ἄνθρωπον· ἐστι μοι τὸ ὄνομα ἀληθές· ναυτίαν
δὲ ἀποστέλλω τινὰ δια τῆς ἀνόδου μου εἷς τοὺς
ἀνθρώπους· ἦλθον οὖν εἷς τήν συμϐουλὴν τοῦ ἄρχον-
τος Βεελζεϐούλ · καὶ ὲδέσμωσέ με καὶ παρέδωκέ
με εἷς τὰς χεῖράς σου· κάγὼ παρέστιν (εἰσ) ἐνώ-
πιόν σου διὰ τῆς σφραγῖδος ταύτης· καὶ σὺ νῦν βα-
σανίζεις με· ἰδοὺ νῦν δύο καὶ τριῶν ἡμερῶν ἐκλει-
πει τὸ πνεῦμα τὸ λαλοῦν διὰτὸ μή ἔχειν με ὕδωρ.
Κάγὼ εἶπον αὐτῷ· Λέγε μοι ποίῳ ἀγγέλῳ καταργῇ
σύ· ὁ δὲ ἔφη· Διὰ τοῦ Ἰάμεθ. Κάγὼ δοξάσας τὸν
Θεὸν, ἐκέλευσα εἷς φιάλην βληθῆναι τὸ πνεῦμα, καὶ
ὕδατος Θαλασσίου δοχὰς δέκα ἀναμετρητῶν β’, καὶ
περιέφραξα ἐπάνω μαρμάρων καὶ ἀσφάλτων καὶ
πίσσης εἷς τὸ στόμα τοῦ ἀγγέλου, καὶ σφραγίσας
τῷ ὃακτυλιδίῳ ἐκέλευσα ἀποτεθῆναι εἷς τὸν ναὸν
τοῦ Θεοῦ· καὶ ἐκέλευσα παρεῖναί μοι ἓτερον πνεῦμα.
Καὶ ἦλθε πρὸ προσώπου μου καταλισμένον ἕτερον
πνεῦμα ἀνθρώπου μορφὴν ἕχον σκοτεινὸν, τοὺς ὀσ-
θαλμοὺς ἔχον λάμποντας, καὶ ἐν τῇ χειρὶ φέρον σπάο
θην,καῖ έπερώτησα αὖτὸ,Σὺ τίς ei; Ὁ δὶ ἔφη·Ἐγώ εἶμι
ὀχικὸν πνεῦμα, ἀνθρώπου γίγαντος ἐν σφαγῇ τετελευ·
τηκότος έν τῷ καιρῷ τῶν γιγάντων. Εἶπον αὐτῷ,
Λέγε μοι τί διαπράττιις ἐπὶ τῆς γῆς· καὶ ποῦ ἔχετε
οἰκητήριον. Τὸ δὲ ἔφη· Ἥ μὶν κατοικία μου ἐν
τοῖς κατακάρποις τόποις· ἡ δὶ ἐργασία μου αὕτη,
παρακαθίζω ἐμαυτὸν τοῖς παριργομὶνοις ἀνθρώποις
ἂν τοῖς μνημείοις καὶ ἐν ἀωρίᾳ παραμορφῶ ἐμαυ-
τὸν τοῖς τελευτῶσι, καὶ ei λήψομαι τινὰ εὐθέως

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.