PG 122, col. 208

Αὐτὸς δὲ τὰ τοῦ Δυρραχίου καὶ τῆς Κολωνείας καὶ
Δρυϊνουπόλεως, ὥς πη ἐδόκει αὐτῷ βέλτιστα, κατα-
στησάμενος, καὶ φύλακας τοῖς θέμασι καὶ στρατ-
ηγοὺς ἐπιστήσας, καὶ τῶν αἰχμαλώτων Ῥωμαίων
τοὺς βουλομένους κατὰ χώραν μένειν ἐάσας, τοὺς δὲ
λοιποὺς ἕπεσθαι προστάξας, ἦλθεν εἷς Καστορίαν.
Ἔνθα προσήχθησαν αὐτῷ θυγατέρες δύο τοῦ Σα-
μουὴλ, α’ίτινες θεασάμεναι Μαρίαν τὴν Ἰωάννου
γυναῖκα παρισταμένην τῷ βασιλεῖ, ὥρμησαν κατ’ αύ-
τῆς ὡς διαχειρισόμεναι. Ἀλλᾶ ταύταις μὲν ό βασι-
λεὺς τὸν θυμὸν κατεκοίμισεν, ὑποσχόμενος τιμῆσαι
καὶ ὑπερπλουτίσαι αὐτὰς, τὴν δὲ Μαρίαν τῷ τῆς
ζωστῆς ἀξιώματι τιμήσας εἷς τήν βασιλίδα μετᾶ
τῶν υἱῶν ἐκπέμπει. Καθαιρεῖ δὲ καὶ τὰ έν Σερϐίοις
καὶ τῷ Συσκῷ φρούρια πάντα διὰ τοῦ Ξιφίου, καὶ
εἷς ἔδαφος καταστρέφει. Καὶ εἰς τὸ φρούριον Σταγοῦς
ἔρχεται, ἔνθα κατέλαϐεν 6 τῶν Βελογράδων ἅρχων
μετὰ δουλικοῦ τοῦ σχήματος Ἐλεμάγος, μετὰ τῶν
συναρχόντων αὐτοῦ · ἐκεῖθεν ἄρας ἄπεισιν εἷς Ἀθήο
νας. Ἐν δὲ τῷ διιέναι τὸ Ζητούνιον τὰ ὀστᾶ τῶν
πεσόντων ἐκεῖσε Βουλγάρων, [Ρ. 717] ὁπηνίκα 6
μάγιστρος Νικηφόρος 6 Οὐρανὸς τὸν Σαμουὴλ ἐτρέ-
ψατο, θεασάμενος ἐθαύμασεν. Ὑπερηγάσθη δὲ καὶ
τὸ έν Θερμοπύλαις γενόμενον τεῖχος, ’ὁ Σκέλος ἄρτι
κατονομάζεται, εἷς ἀποτροπὴν τῶν Βουλγάρων πα-
ρὰ τοῦ Ῥουπένη. Καὶ ἐν Ἀθήναις γενόμενος καὶ τὰ
τῆς νίκης εὐχαριστήρια τῇ Θεοτόκῳ δοὺς, καὶ ἀνα-
θήμασι πολλοῖς λαμπροῖς καὶ πολυτελέσι κοσμήσας
τὸν ναὸν, ὑπέστρεψεν εἷς Κωνσταντινούπολιν. Καὶ
διὰ τῶν μεγάλων πυλῶν τῆς Χρυσῆς πύρτης στεφάνῳ
χρυσῷ (65) λόφον ἐφύπερθεν ἔχοντι ἐθριάμϐευσεν
ἐστεφανωμένος, προηγουμένης Μαρίας τῆς τοῦ Βλα-
δισθλάϐου γυναικὸς καὶ τῶν τοῦ Σαμουήλ θυγατέρων
καὶ τῶν λοιπῶν Βουλγάρων. Ἰνδικτιὼν ἦν β’, ἔτος
ιςφκζπ Καὶ οὕτω μετὰ τροπαίων καὶ νίκης ἐν τῇ
Μεγάλῃ Ἐκκλησία εἰσελθὼν, καὶ τῷ Θεῷ εὐχαριστη-
ρίους ᾅσας ᾠδὰς, ἀπῆλθεν εἴς τὰ βασίλεια. Ὃν ὁ παι
τριάρχης Σέργιος μετὰ νίκης εἰσελθόντα πολλὰ κατι
ελιπάρει σϐέσαι τὸ ἀλληλέγγυον (ἦν γὰρ ὑποσχόμενος
ποιῆσαι τοῦτο, εί τῶν Βυυλγάρων ὑπερισχύσειεν),
Τῷ δὲ βασιλεῖ προσερρύησαν, τῆς Βουλγαρίας
δουλωθείσης αὐτῷ, καὶ τὰ ὅμορα ἔθνη τῶν X0961-
τῶν, ἄρχοντας ἔχοντες δύο ἀδελφοὺς, ὦν προσρυέν-
των καὶ ἀξιώματα λαϐόντων καὶ κτήσεις ἱκανὰς
ὑπήκοα γέγονε καῖ τὰ ἔθνη. Μόνος δὲ 6 τοῦ Σιρμίου
κρατῶν ἀδελφὸς τοῦ Νεστόγγου Σέρμων πιοῆσαι
οὐκ ἤθελε· πρὸς ὃν Κωνσταντῖνος 6 Διογένης, τῶν
ἐκεῖσε μερῶν ἅρχων, φιλίαν ὑποκρινόμενος πρεσϐευο
(θὸ) Quem-superius auctor πρωτοπαπᾶν τοῦ πα-
λατίου vocavit; de quo jam abunde. Goan.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.