PG 126, col. 1213

τῶν Ηατέρων ἔκθεσιν, τοῖς ἀπὸ γῆς φωνοῦσι κατά
τὰς ἐγγαστριμύθους ; τίς κοινωνία φωτὶ πρὸς σκό-
τος; φησὶν ό θεῖος ’Δπόστολος. El μὲν οὖν parum-
λοῦνται τὰς γνώμας καὶ μετά τοῦ [εὐαγγελίου καὶ
τῶν Πατέρωνστήσονται, ὡς ἀδελφοῖς προσδραμοῦο
μεν καὶ περιπλακησόμεθα καὶ περιπτυξόμεθα. Εἰ δὲ
τὸν ’ἐνα καθηγητὴν ἡμῶν τὸν Χριστὸν ἀποποιούμενοι
ὀπίσω τῆς διανοίας αὐτῶν πορεύονται καὶ ὲν τοῖς
διαλογισμοῖς αὐτῶν ματαιυῦνται, σχολῇ γ’ ἂν ἡμεῖς
αὐτοῖς καθηγηταῖς τὸ περὶ τῆς Τριὰδος δόγμα
μαθεῖν δεξαίμεθα. Ταῦτα ἡ περὶ τοὺς όρθοδόξους πληθὺς. προηγόροις Γοράσδῳ καὶ Κλήμεντι χρώμενοι.
ι’. ὐ δὲ ἄρχων μόλις μὲν συνῆκεν ὀλίγα τινὰ τῶν
λεχθεντων · ἦνγάρ παντάπασι γνῶναί τι τῶν θείων
ἠλιθιώτατος, ἅμα μὲν ώς ἀνηγμένος βαρϐαρικώτερον
καὶ συνόλως εἰπεῖν ἀλογώτερον, ἄμα δὲ καὶ τὸν
νοῦν ὑπὸ τῆς μιαρᾶς ἡδονῆς παρασεσυλημὲνος, ὡς
εἴρηται. Πῶς γὰρ καὶ ἔμελλε τοῖςπερὶ Τριάδος
λόγοις ἐμϐῆναι ἄνθρωπος, πάμπολυ τοῦ τῆς σωφρο-
σύνης ἀπέχων ἀγιασμοῦ, οῦ χωρὶς οζδςὶς τὸν Κύριον
ὄψεται ; Ὑπὸ δὲ τῶν αίβετικῶν προϐιϐασθεὶς (ἦν γὰρ
ὅλως αὐτοῖς προσκείμενος) τοιάνδε τοῖς όρθοδὸξοις
ἀπόφασιν δέδωκεν· Ἐγὼ μὲν ἐμαυτῷ πολὺν τὸν
ίδιωτισμδν σύνοιδα, καὶ ἁπλοῦς εἰμι τὰ δογματικά·
καὶ τί γὰρ ἢ ἀγράμματος; Τοῦ μέντοι Χριστιανι-
σμοῦ μεταποιοῦμαί τε καὶ μεταποιήσομαι · ἀμφι-
ϐολίας δὲ τοιαύτας, οἵας ἀνεγείρετε, λύειν οὐχ ἱκανὸς
ἐγὼ διὰ λόγων, οὐδὲ διακρίνειν ὀρθοδόξου ψευδοδι-
δάσκαλον. Ὠς οὖν χριστιανὸς δικάσω ὑμῖν · ἀμέλει
καὶ περὶ τούτου τοῦ δόγματος ἀποφαίνομαι ὼς καὶ
πε ρὶ τῶν ἄλλων ἀποφαίνεσθαι εἴθισμαι · ὃς ἀν παριὼν
πρῶτος ὀμόσειεν, ώς καλῶς καὶ ὀρθοδόξως πιστεύει.
τοῦτον εἶναι τὸν κατά τὴν ἐμὴν κρίσιν μηδὲν τι τοῦ
ἀκριϐοῦς περὶ τὴν πίστιν σφαλλόμενον, τούτῳ καὶ
τὴν Ἐκκλησίαν παραδώσω καὶ τὸ τῆς Ἐκκλησίας
ἐπιδώσω κατά τὸ εἰκὸς πρεσϐυτέριον.
IA'. Οί τοίνυν Φράγγοι, προθυμότατα περὶ τὸν
ὅρκον διατεθέντες, οὐδὲ τὸ τέλος τῆς τοῦ ἄρχοντος
ἀναμείναντες ἀποφάσεως, ὣμοσαν καὶ ἔστησαν τὴν
κακοδοξίαν αὐτῶν, ἀνοήτῳ κρίσει πέρας ἐπιθέντες
κατάλληλον. Παρὰ τοιούτοις κριταῐςὴ αἵρεσις κατὰ
τῆς ὸρθοδοξίας ἐστεφανώσατο, καὶ πᾶσαν ἔσχεν ἒξ-
ουσίαν ἄγειν καὶ φέρειν τοὺς Χριστοῦ γνησίους δού-
λους καὶ τῆς πίστεως φύλακας. Εἰ γάρ τις, φησι,
φωραθείη μὴ πιστεύων κττά τὴν τῶν Φράγγων Ex-
θεσιν, αὐτοῖς ἐκείνοις παραδοθήσεται χρησομένοις ὃ
τι καὶ βούλονται. Τά ἐπὶ τούτοις τίς ἂν ἐκδιηγήσαιτο
λόγος, ὅσα κακία, λαϐομένη δυναστείας, εἰργάσατο ;
Πῦρ ἀτεχνῶς ὲν ὕλῃ πνεύματι ῥιπιςόμενονε οἱ μὲν
ἠνάγκαζον συνθέσθαι τῷ πονηρῴ δόγματι, οίὸὲ τὴν
τῶν Πατέρων πίστιν ὑπελογίζοντο· oi μὲν πάντα
πράττειν, οἱ δὲ πάντα πάσχειν παρεσκευάζοντο*
τοὺς μὲν ἀπανθρώπως ᾐκίζοντο, τῶν δὲ τας οἰκίας
διήρπαζον μιγνύντες ἀσεϐείᾳ πλεονεξίαν, ἄλλους
γυμνους ἐπ’ ἀκανθῶν ἔσυρον, καὶ ταῦτα γέροντας
ἀνδρας καὶ τοὺς δαϐιτικοῦς ὅρους τῆς ἡλικίας
ὑπιρττηδήσαντας. Ὅσοι δὲ τῶν πρεσϐυτέρων καὶ

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.