PG 129, col. 113

λιθίναις, ἀλλ’ ἐν πλαξὶ καρδίας σαρκίναις. Ἐπεὶ δέ
χρόνον προϊόντος ίξώκειλαν, οι μὲν δογμάτων ἐνε-
κεν, οι δὲ βίου καὶ τρόπον, ἐδέησε πάλιν τῆς ἀπὸ
τῶν γραμμάτων ὑπομνήσεως. Ἐννόησον οὖν, ἡλίκον
ἐστὶ κακὸν, τοὺς οὕτω καθαρῶς ὀφείλοντας ζῇν
ὡς μὴ δεῖσθαι γραμμάτων, ἀλλ’ ἀντὶ βιϐλίων
παρέχειν τὰς καρδίας τῷ Πνεύματι, ἐπειδὴ τὴν
τιμὴν ἀπωλέσαμεν ἐκείνην, καὶ κατέστημεν εἰς
τὴν τούτων χρείαν, μηδὲ τῷ δευτέρῳ κεχρῆσθαι
φαρμάκῳ, ἀλλ’ εἰκῆ καὶ μάτην περιορᾷν κείμενα
τά γράμματα, ὅπερ ἵνα μὴ γένηται, φέρε, προσέ-
χωμεν (ὅ) τοῖς γεγραμμένοις, καὶ φιλοπονώτερον
ἐξετάζωμεν τὴν ἑκάστου δύναμιν, ὥστε καὶ πλοῦο
τον ὀρθῶν δογμάτων ἐντεῦθεν ἀποθησαυρίζειν, καὶ
συλλέγειν πολιτείας ύνιοῦς ὑποδείγματα.
Διατί δὲ, δώδεκα τῶν ἀποστόλων ὄντων, δύο μόνοι
γράφουσιν ἐξ αὐτῶν Εὑαγγὲλια, Ματθαῑος καὶ
Ἰωάννης ; Ol γὰρ ἕτεροι δύο ἀκόλουθοι μᾶλλονῆσαν ο
Μάρκος μὲν, Πέτρου · Παύλου δὲ, Λουκᾶς, Διότι
οὐδὲν ἐποίουν πρὸς φιλοτιμίαν, ἀλλὰ πάντα πρὸς
χρείαν. Τὸν μέν γάρ Ματθαῖον οἱ ἐξ Ἰουδαίων
πιστεύσαντες παρεκάλεσαν ἔγγραφον αὐτοῖς ἀφεῖναι
τὴν τοῦ κηρύγματος ἱστορίαν, ἢν πρότερον διὰ
γλώττης αὐτοὺς ἐδίδαξε · τὸν δὲ Μάρκον ὁμοίως ei
ἐν Αἰγύπτῳ μαΟητευοέντες αὐτῷ. Καὶ ὀ Λουκᾶς δὲ
τέοεικε τὴν αἰτίαν τῆς γραφῆς τοῦ Εὑαγγελίου, C qi
ἀπολογησάμενος πρὸς τὸν Θεόφιλον, ὅτι δι’ ἀσφά-
λειαν αὐτοῦ τοῦτο συνέγραψε. Φησὶ γάρ· Ἵνα ἐπι·
γνῷς, περὶ ὦν κατηχή-Ιης λόγων, τὴν ἀσφά-
λειαν . Ὀ δὲ Ἰωάννης ἐντυχὼν τοῖς τούτων Εὐαγ-
γελίοις, καὶ ἰδὼν, sum οι τρεῖς τῷ περὶ τῆς
ἐνανθρωπήσεως τοῦ Σωτῆρος ἐνδιέτριψαν μάλιστα
λόγῳ, καὶ λοιπὸν ἔμελλον ἁποσιωπηθῆναι τὰ περὶ
τῆς Θεότητος αὐτοῦ δόγματα, τοῦ Χριστοῦ κινήσαν-
τος αὑτδν,ἦλοεν ἐπὶ τὴν τοῦ Εὑαγγελίου συγγραφήν.
Διὸ καὶ ἐκ προοιμίων περὶ αὑτῶν διαλέγεται. Διὰ
ταῦτα γὰρ καὶ τὸ πᾶν βιϐλίον συνέθηκε. Σὺ δὲ Θαύ-
μασον, πῶς μήτε κατά τὸν αὑτὸν καιρὸν τά Εὐαγ-
γέλια συγγράψαντες, μήτε κατά τὸν αὑτὸν τόπον,
μήτε κοινολογησάμενοι πρὸς ἀλλήλους, ὅμως, ὥσπερ
ἀφ’ ἐνὸς στόματος, οί τέσσαρες φθέγγονται, ἐν γε ί) il
τοῖς καιρίοις καὶ συνεκτικοίς τῆς πίστεως δόγμασι,
καὶ πολλὴν ἐπιδείκνυνται περὶ ταῦτα τὴν συμφω-
νίαν, οἷον, ὅτι ὁ Θεὸς γέγονεν ἄνθρωπος, καὶ ὃτι ὲκ
Παρθένου γεγέννηται, καὶ ὅτι Θαύματα πεποίηκε,
καὶ ὃτι σωηριὼδεις δέδωκεν ἐντολάς, καὶ ὅτι ἐσταυ-
ρώθη. καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἀνέστη, καὶ ὅτι ἀνῆλθε,
καὶ ὅτι μέλλει κρῖναι πάντας, καὶ ὅτι μονογενής
ἐστιν Υἱὸς, καὶ ὅτι ὀμοούσιος καὶ ὀμοδύναμος καὶ
ὁμότιμος τῷ Πατρτ, καὶ ὅσα τοιαῦτα. El δέ τι καὶ
' ιρι-(ιιι. τκιιιιι, 31. 53. st‘r.'tudunt ΙιΧΧίμιὲ ubique hic [au
ι, ι).
Varia: lectiones et notae.
ἕξις Μειὰ ἀκριϐείας addi! Ι l. ‘ghrySost.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.