PG 13, col. 501

ψεύδους, ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις
γινομένων, πρὸς πᾶσαν δύναμιν σημείων καὶ τερά-
των ἀληθείας· (1) ἃ μὲν γὰρ ἐποίει Χριστὸς Ἰησοῦς,
ταῦτα ἦν σημεῖα ἀληθείας. Καὶ πρὸ αὑτοῦ μὲν ἃ
ἐποίει Μωσῆς, δύνᾶμις ἦν ἀληθείας · ἃ δὲ ἐποίουν οἰ
Αἰγύπτιοι, σημεῖα ἦν (2) καὶ τέρατα ψεύδους. Οὕτω δὲ
καὶ ἃέποίει Σίμων μετὰ τὸν Ἰησοῦν 6 μάγος, ὥστε
ἀποπλανᾷν τὸ ,ἔθνος τῆς Σαμαρείας, καὶ νομίζεσθαι
αὐτὸν εἶναι δύναμιν Θεοῦ· καὶ αὐτὰ ἦν σημεῖα καὶ
τέρατα ψεῦδους. Ὅταν οὖν καταγνῶμεν ἐκείνων, λέ-
γομεν oi κατεγνωκότεςο Ὄντως εἰς ψεῦδος ἦσαν οἱ
,βουνοί καὶ ἠ δύναμις τῶν ὀρέων.
Εἶτα ἡμεῖς, οἰ ἀπὸ τῶν ἐθνῶν, ἴσμεν, ὅτι τῷ παε
ραπτώματι τοῦ Ἰσραὴλ ὁδὸν ἐλάϐομεν σωτηρίας,
καὶ ἐκεῖνοι ἔξω εἰσὶν ἐκϐεϐλημένοι, μέχρι τὸ πλή-
ρωμα ἡμῶν εἰσέλθῃ ’ ῐσμεν δὲ, ὅτι ἐὰν τὸ πλήρωμα
τῶν ἐθνῶν εἰσέλθῃ, μετὰ τοῦτο πᾶς Ἰσραὴλ σωθήσε-
ται· διὰ τοῦτό φαμεν πρῶτον μὲν τό· Ὄντως εις
ψεῦδος ἦσαν οἱ ,βουνοί καὶ ἠ δύναμις τῶν ὀρέωνο
δεύτερον δὲ περὶ τοῦ Ἰσραὴλ σωθησομένου μετὰ τὸ (5)
πλήρωμα τῶν ἐθνῶν ’ Πλὴν διὰ Κυρίου Θεοῦ ἡμῶν
ἠσωτηρία τοῦ Ἰσραήλ. Ἐπεὶ δὲ ἅπαξ ἐμνήσθη-
μεν τοῦ ἀποστολικοῦ ῥητοῦ λέγοντος, ὅτι τῷ παρα-
πτώματι, ᾧ παρέπεσεν 6 Ἰσραὴλ, ἠ σωτηρία γέγονε
rei; ἔθνεσι, καὶ ὅταν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ,
ἔξω μένοντος τοῦ Ἰσραὴλ μετὰ τὸ εἰσερχόμενον πλή-
ρωμα τῶν ἐθνῶν, τότε πᾶς Ἰσραὴλ σωθήσεται·
φέρε, τὰ κατὰ τοὺς τόπους τούτους ἀναπτύξωμεν.
Ἦν Ἰσραὴλ σωζόμενος. Ἐξέπεσεν 6 πολὺς Ἰσραήλ·
ἀλλὰ λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονε· περὶ
οὗ λείμματος μυστικῶς ἐν Ἠλίᾳ λέλεκται θ Κατέλι-
πον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας , οἵτινες οὐκ
ἔκαμψαν γόνυ τῇ Βαάλ. Καὶ ἑρμηνεύων περὶ τοῦ
λείμματος τούτου 6 Ἀπόστολός φησιν ο Ἆρ’ οὖν καὶ
ἄν τῷ νῦν καιρῷ λεῖμμα κατ’ ἐκλογὴν χάριτος
γέγονεν. Οὐκοῦν τοῦ Ἰσραὴλ (4) λεῖμμα σωζόμενον,
καταλειφθέντος τοῦ Ἰσραήλ. Ταῦτα δὲ δύο τάγματα,
εἰ δυνατὸς εἴ, μεταγαγέ μοι καὶ ἐπὶ τοὺς ἀπὸ τῶν
ἐθνῶν οὐ γὰρ εἶπεν· Ὅταν πάντα τὰ ἔθνη σωθῇ,
τότε πᾶς Ἰσραὴλ σωθήσεταιο ἀλλ’, Ὅταν τὸ πλή-
ρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσε-
ται. Οὔ τις Ἰσραὴλ σωθήσεται μετὰ πάντα τὰ ἔθνη,
ἀλλὰ μετὰ τὸ πλήρωμα τῶν ἐθνῶν. Εἴ τις δύναται, τὸ
λοιπὸν, (ὥσπερ εὗρε τὸν Ἰσραὴλ σωζόμενον μετὰ τὸ
πλήρωμα τῶν ἐθνῶν,) διαϐὶς τῷ λόγῳ, κατανοη-
om, ὅτι (5) ποτὲ πάντες δουλεύσουσι,κατὰ τὰ ἐν τῷ
hami; εἰρημένα, τῷ Θεῷ ὑπὸ ζυγὸν ἕνα, καὶ ἐκ
κράτων Αἰθιοπίας οἴσουσι θυσίας αὐτῷ’ ὅτι, ὡς ἐν
ξς λέγεται (6) ψαλμῷ, Αἰθιοπία προφθάσει χεῖρααῠν
τῆς τῷ θεῷ· καὶ ταῖς βασιλείαις τῆς γῆς προστάσ-
αι 6 λόγος λέγων ° ’ᾼσατε τῷ Κυρίῳ, ψάλατε τῷ Θεῷ Ἰακώϐ.
’⁸ Rom. xx, 5. ” III Reg. nx, 18; Rom. xl, 4.
Χοι, ἀληθοῦς.
εὲὶ esse: fit:
(ὅ) Cod. οιςὶαι.,’περὶ’τοῦ Ἰσραὴλ, αὐτὸν σωθη-
μετὰ τό.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.