PG 130, col. 1192

δασκαλίᾳ κατασφαλισάμενος, τοῖς μυσταγωγηθείσε
κατέχειν άπαράτρωτα τά τῆς ἀσεϐείας παρακατα-
τίθησιν ὄργια. ἰδ μέντοι Εὑαγγέλιον καὶ τὸν ’Λπό-
στολον, ἂ xui τὸ θεῖον περιπτύσσεται καὶ τιμᾷ τῶν
Χριστιανῶν σύνταγμα, ἐγγράφως τούτοις παρέθετο,
τοῖς ῥήμασι μὲν καὶ ὀνόμασιν οὐδὲν μέγα παραλλάτ-
των, οὐδὲ κατακιϐδηλεύων τοῦ λόγου τὸ σχῆμα,
καθάπερ Οὑαλεντῖνος καὶ ἕτεροι, ὅλον δὲ τὸν νοῦν τῆς
εὐσεϐείας διαστρέφων, καὶ καταθραύων, καὶ πάντα
ποιῶν, xui περιέλκων πρὸς τὸ τῆς ὰποστασίας αὑτοῦ
φρόνημα. Καὶ τά μὲν ῥήματα. ὠς εἴρηται, δίδωσι
κατέχειν τοῦ τε θείου Εὑαγγελίου καὶ τοῦ Ἀποστόλου,
μήτε προσθήκαις μήτε ὑφαιρέσεσιν ἀναίδην λυμαι-
νόμενος · προσάπτει δὲ τούτοις καὶ ὑποϐάλλει νοὴο
ματα, οἷς ἁρμόζει μὲν οὐδὲν τῶν ἱερῶν ῥημάτων,
οὐδεμίαι δὲ τούτοις ἀκολουθία ἐνορᾶται, μάχεται δὲ
πρὸς ἄλληλα, καὶ ἀντικαθίσταται. Ταῦτα γοῦν παρα-
καταθέμενος μηδὲν ἕτερον αὐτῶν ἀναγινώσκειν παρά
τε τὸ Εὑαγγέλιον καὶ τὸν Ἀπόστολον δόγμα τίθησιν,
’Δλλ’ ὁ μὲν μετὰ χρόνον άπεφθάρη τὴν ψυχὴν πλέον
τοῦ σώματος, μετὰ δὲ τὸν Σιλουανὺν Συμεὼν αὐτῶν
τοῦ δυσσεϐοῦς διδασκαλείου προΐσταται, Τῖτον καὶ
αὐτὸς ἑαυτὸν μετονομασάμενος. Ἑξῆς δὲ Ἀρμένιος
Γενέσιος τοῦνομα, μετακληθεὶς είς Τιμόθεον, καὶ
τέταρτος Ἰωσὴφ ὁ είς Ἐπαφρόδιτον μεταϐεϐλημέ-
ί⁶ ο νος. Εἶτα Ζαχαρίας, ὃν οὒκ ἐλαχίστη μοῖρα τῆς αί-
ρέσεως μισθωτόν τε ἡγεῖται, καὶ τῆς διδασκαλικῆς
αὐτὸν προεδρίας ἀνάξιον. Ἕκτος αὐτοῖς ἐπιγίνεται
Βαάνης ὁ ῥυπαρὸς, ἐφ’ οἷς ἕϐδομον καὶ τελευταῖον
κακὸν Σέργιος ἀναφύεται · εἰς Τυχικδν δὲ και οὗτος
ἑαυτὸν μετεκάλεσεν. Ἀλλ’ si μὲν τῆς ἀποστασίας
αὐτῶν διδάσκαλοι, ἀφ’ οὗ τῆς Παύλου καὶ Ἰωάννου
μετωνυμίας ἔλαχε τὸ ἁποστατικδν τοῦτο καὶ μισόχρι-
οτον σύνταγμα μέχρι τοῦ καθ’ ἡμᾶς ἥκοντος χρόνου,
ἐπὶ τοσοῦτον προήχθησαν. Ἐκεῖνο δὲ δεῖ γινώσκειν,
ὡς οί νῦν τῆς ἀποστάσεως ταύτης παῖδες, ἐπειδάν
αὐτούς τις ἁπαιτοίη τοὺς ἐξάρχους τῆς τοιαύτης ἀπο-
πέμπεσθαι βδελυρίας, Μάνεντα μὲν, καὶ Παῦλον, καὶ
Ἰωάννην, καί τινας ἄλλους προθύμως ἀναθεματί-
ζουσι· Κωνσταντίνον δὲ ὂν καὶ Σιλουανὺν καλοῦσι,
:d θ καὶ Συμεῶνα τὸν Τῖτον, καὶ Γενέσιον τὸν Τιμόθεον,
xui Ἰωσὴφ τὸν Ἐπαφρόδιτον, καὶ τὸν ῥυπαρὸν Βι-
άνην, καὶ Σέργιον τὸν Τυχικδν οὐδαμῶς ἀναθεμα-
τίςαι καταδέχωνται, ἀλλ’ οἷα δὴ Χριστοῦ ἀποστόλους
καὶ τῆς εὐσεϐείαςυδιδασκάλους ἀσπάζονταί τε καὶ
ἀποδέχονται. Οὐ πάντες δὲ, οὐδὲ τοὺς εἰρημένους
πάντας ὁμοίως περιέπουσιν, ἀλλὰ τοὺς μὲν μέχρι
Βαάνου καὶ Σεργίου καταγομένους ἐξ ίσου θειάζον-
σιν, ἐκεῖθεν δὲ ραγέντες εἰς ἀντιπάλους δύο μερίδας,
οἱ μὲν τὸν Βαάνην, οἱ δὲ θεοποιοῦσι τὸν Σέργιον ἐπὶ
τοσοῦτον τὴν κατ’ ἀλλήλων ἔριν καὶ στάσιν κρατύο
νοντες, ὡς καὶ μέχρι σφαγῆς αὺτοῖ, προχωρεῖν τὸ
φιλόνεικον. Ἐξ δὲ αὐτῶν ἀνομολογοῦσιν ἐκκλησίας,
ὧν τὴν μὲν Μακεδονίαν καλοῦσιν, Ἀχαΐαν δὲ τὴν
δευτέραν, καὶ τρίτην τὴν Φιλιππησίων, ἐφ’ οἷς τὴν

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.