PG 130, col. 1193

δέν ἄδολον μηδ’ ἀκαπήλευτον φιλονεικοῦντες κατα- P"
λιπεῖν, μηδ’ ὅσα ὄψει διελέγχεται, μηδέ ταῦτα δυσ-
ωπούμενοι Μακεδονίαν μὲν ὀνομάζουσι πολίχνιόν
τι Κολωνείας καλούμενον Κίὸοσαν, ἐν Κωνσταν-
τίνος ὁ mnum; τὴν ἀποστασίαν ἐδίδαξε. Κώμη δέ
Σαμοσάτων ἐστὶν ἡ Μάναλις, ἥτις τῆς Γενεσίου τοῦ
καὶ Τιμοθέου διδασκαλίας ἐχρημάτισεν ἐργαστήριον.
Ταύτῃ δὲ τὴν Ἀχαΐαν ἐπιφημίζουσιν. Ὅσοι δὲ Ἰωο
σὴφ τοῦ ’Ἐπαφροδίτου , καὶ Ζαχαρίου τοῦ μισθωτοῦ
κατ’ αὐτοὺς ποιμένος μαθηταὶ ἐχρημάτισαν, τού-
τοις τὴν τῶν Φιλιππησίων ἐπιγράφουσι. Τοῖς δὲ
ἐν Ἀργαῒ τῇ πολύχνῃ τὴν Λαοδικέων ἐπικηρύττουσι, Β ει
καὶ τοὺς ἐν Μοψουεστία εἰς τὴν Ἐφεσίων μεταπλάτ-
τονσιν, ῶσπερ καὶ τοὺς λεγομένους Κυνοχωρίτας εἰς
τὴν τῶν Κολοσσαέων ἀναφέρουσι. Τούτων δὲ τῶν
τριῶν ἐκκλησιῶν καὶ τὸ σύστημα, καὶ τὴν διδασκα-
λίαν Σεργίῳ τῷ καὶ Τυχικῷ ἀνατιθέασιν. Ἀλλ’ οί
μὲν διδάσκαλοι, καὶ αί λεγόμεναι αὐτῶν ἐκκλησίαι
ἐν τούτοις ⁸ οὐκ ἐκ μιᾶς δέ τινος πλάνης, ἄλλ’ ἐκ
πολλῶν καὶ ποικίλων τὸ πολύπλοκον τοῦτο τῆς αἱρέ-
σεως συνέστηκε φρόνημα. Δύο μὲν γάρ ἀρχὰς ὀμο-
λογοῦσιν, ῶς oi Μανιχαῖοι · φασὶ δὲ ἕτερον μὲν εἶναι
Θεὸν τὸν ἐπουράνιον Πατέρα, ὃν καὶ τῆς τοῦδε τοῦ
παντὸς ἐξουσίας ὑπερορίζουσι, τοῦ μέλλοντος μόνον
τὸ κράτος αύτῷ ἐγχειρίζοντες· ἕτερον δέ τὸν δη-
μιουργὸν τοῦ κόσμου , ᾧ καὶ τὺ κῦρος τοῦ παρόντος
αἰῶνος χαρίζονται. Καὶ τοὺς μὲν ἀληθῶς ὄντας Χρι-
στιανοὺς Ῥωμαίους οἱ τρισαλιτήριοι ὀνομάζουσιν,
ἑαυτοῖς δὲ τὴν κλησιν, ἧς ἀλλότριοι παντελῶς καθε-
στήκασι, τῶν Χριστιανῶν περιάπτουσι. Λέγουσι δὲ
Πατέρα, καὶ Υίὸν, καὶ ἆγιον Πνεῦμα, λέξεις μὲν
εὐσεϐεῖς , ὑποϐάλλουσι δὲ ταύταις τὴν ἐσχάτην ἀσέ-
ϐειαν. Ού γὰρ ὡς ἠ τοῦ Θεοῦ καθολικὴ καὶ ἀποστο-
λικὴ Ἐκκλησία, οὕτω καὶ οὗτοι φρονοῦντες λέγουσιν,
ἀλλά τάς λέξεις ἐκεῖθεν ἀποσπαράξαντες, δυσσεϐε-
στάταις ἐννοίαις ταύτας ἐπιφημίζουσι, καί φασι
προθύμως, ὡς ἀνάθεμα εἴησαν ὅσοι μὴ πιστεύουσιν
είς Πατέρα, καὶ Υίδν, καὶ ἆγιον Πνεῦμα, Πατέρα ού
τὸν παντοκράτορα, καὶ ποιητὴν ούρανοῦ καὶ γῆς,
ὁρατῶν τε πάντων καὶ ἀοράτων ἁνακηρύττοντες,
ἀλλὰ Πατέρα φάμενοι τὸν ἐπουράνιον εὐθὺς ἐπισυνά- D κίε
πτουσιν, καὶ τὴν κυριότητα, καὶ τὴν ἐξουσίαν τοῦ
ούρανοῦ τε καὶ τῶν ἐν αὐτῷ οὐδαμῆ οὐδαμῶς ἐπι-
τρέπουσι. Τινὲς δὲ τοῦ μὲν ούρανοῦ τὴν ἐπιστασίαν
αὐτῷ ἐγχειρίζουσι, τῶν δὲ ἐμπεριεχομένῶν οὐκ ἔτι.
Καὶ τὸ μὲν πρῶτον αὐτῶν τῆς δυσσεόείας τοιοῦτον ·
βλασφημοῦντες δὲ τὴν ὑπεραγίαν Δέσποιναν ἡμῶν
Θεοτόκον, ἃ μήτε γραφῇ μήτε ἀκοῇ θεμιτὸν παρα-
δοῦναι, ού πεφρίκασιν 0i τρισαλιτήριοι λέγειν ⁸ Πι-
στεύομεν είς τὴν παναγίαν Θεοτόκον, εἰς ἢν εἰσῆλθε,
καὶ ἐξῆλθεν ὁ Κύριος. Καὶ τοῖς ῥήμασι τούτοις τὴν
ἄνω ὑποϐάλλονται Ἰερουσαλὴμ, καί φασιν είς αὐτὴν
πρόδρομον ὑπὲρ ἡμῶν εἰσελθεῖν τὸν Χριστὸν, ὡς καὶ
‘Matth. uri, 26, ΞΠ.
ΓΑΤΠΟΙ.. (iii. CXXX.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.