PG 130, col. 1218

προϐαλλομένων 6 Σωτὴρ λαμπρῶς ὑπερμαχῶν τοῦ
νομοθέτου φησὶν, ὅτι Πρὸς τὴν σκληροκαρδίαν
ὑμῶν Μωσῆς ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυ-
ναῖκας· ἀπ’ ἀρχῆς δὲ, φησὶν, οὺ γέγονεν οὕτως,
ἀλλ’ d ποιήσας αὐτοὺς ἄρσεν καί θῆλυ ἐποίησεν
αὐτούς’ ἐδήλωσεν οὖν, ὡς ὲκ περιστάσεως 6 Μωσῆς
ἔγραψεν οὕτω. Τῷ γὰρ νόμῳ τῆς ἀπ’ ἀρχῆς διαπλά-
σεως, φησὶν, 6 ιμὸς συμφθέγγεται νόμος, Τὸ δὲ
διαζύγιον συγκαταϐἀσεώς ἐστι καὶ Μωσαῖκῆς οἱ·
κονομίας. ἰνα δὲ σαφέστερον μάθῃς, τίς 6 διαπλά-
σας οὕτω τὰ σώματα, αὐτὸς εἰσάγων τὸν ζεύξαντα
συνεισάγει καὶ τὸν πλάστην. Φησὶ γὰρ, "0 οὖν⁹ ό
Θεὸς ἔζευξεν, ἅνθρωπος μὴ χωριζέτω. Πῶς οὖν τὸ
ἀνθρώπινον σῶμα πλάσμα τοῦ πονηροῦ;
Ei δυσὶ κυρίοις οὐκ ἐστι δουλεύειν, κατᾶ τὴν Δεο
σποτικήν ἀπόφασιν, 6 δὲ ἄνθρωπος κατὰ ξτὴν ψυχὴν
μὲν δουλεύει τῷ,πλάσαντι ταύτην ἀγαθῷ Θεῷ, κατὰ
δὲ τὸ σῶμα τῷ πονηρῷ α οὐδεὶς τῶν ἀνθρώπων ὀλο·
κλήρως δουλεύει Θεῷ, καὶ ψευδὴς αὐτοῖς ὴ ἀλήθεια
φανήσεται λέγουσα, Δεῦτε, oi εὐλογημένοι τοῦ
Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην
ὑμῖν βασιλείαν. Οὐ γὰρ ἔσται πρὸς ἡμιτόμους ἡ
εὐκταία αὕτη φωνὴ τοῦ Σωτῆρος, ἀλλὰ πρὸς ὁλο-
Ει κατα φαντασίαν ἑνηνθρώπησεν 6 Χριστὸς, ἦ
ο, C ἄνωθεν ἐπηγάγετο τὴν σάρκα κατὰ τοὺς λήρους τῶν
ἐναντίων, πῶς ὀκταήμερος περεετμήθη κατὰ τὸν
παλαιὸν νόμον; Τοῦτο γὰρ καὶ μόνον ἱκανὸν ἑπι-
στομίσαι τὰς φλυαρίας αὐτῶν. Τὸ γὰρ ἀποτμηθὲν
σὰρξ ἦν συγγενὴς τῆς ἡμετέρας σαρκός. Φησὶ δὲ
καὶ 6 μέγας Παῦλος, ὅτι Ἐπεὶ τὰ ςπαιδία κεκοινώ
νηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλη
ait»; μετέσχε τῶν αὐτῶν ³ καὶ, ὃτι Ἐπειδὴ ἀδελ
φὺς ἡμῶν ἐκλήθη, ὤφειλε κατὰ πάντα τοῖς ἁδελ-
φοίς ὁμοιωθῆναι. Περιφανιῖις οὖν ἀποδειχθέντος,
ὅτι κατὰ ἀλήθειαν ὲνηνθρὼπησεν ἐκ τῶν ἀγνῶν καὶ
παρθενικῶν αἱμάτων, πότερον, ὦ πάντολμε σὺ, τὸ
Κυριακὸν τοῦτο σῶμα τῆς φαύλης λέγεις ἔργον ἀρ-
Χῆς, ὠς καὶ τά λοιπά σώματα, ἦ τὸν ὄγκον εὐλαεη-
θήσῃ τοῦ δυσσεϐήματος; Εἰ γὰρ ἀποτολμὴσεις τῷ
πονηρῷ καὶ τοῦτο προσαναθεῖναι, πῶς, εἰπὲ, τὸ πο-
νηρὺν συνήφθη τῷ ἀγαθῷ; καὶ πῶς ὑπέστη ὀ ἀγα-
θὸς Θεὸς διὰ τοῦ πονηροῦ σώματος τὴν τοῦ κόσμου
Περὶ τῆς Θεοτόκου.
Πῶς δὲ καὶ Θεοτόκον τὴν ἄνω Ἰερουσαλὴμ tivo.~
μάζετε ; Ποίαν Γραφὴν θείαν, τίνα τῶν ἁγίων τῆς
ἀνοίας ταύτης διδάσκαλον ἔχοντες ; καὶ ταῦτα διαρ ο
ρήδην τοῦ εὐαγγελιστοῦ Ματθαίου λέγοντος, Τὸῦ
δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. Μνη-
στευθείσης γὰρ, φησὶ, τῆς μητρὸς αὑτοῦ Μαρίας
τῷ Ἰωσὴφ, πρὶν⁵ ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν
⁵ Matth. xxv, 5i. ' Matth. ι, 18.
" llcbt‘. ιι, Η, l7.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.