PG 130, col. 1304

μεῖν είς τὸν Πατέρα, καὶ καθίσαι ἐν δεξιᾷ είς τὸν
θρόνον τοῦ άπορριφὲντος Σαταναὴλ , εἷτα εἰσελθεῖν
ὅθεν ἐξῆλθε, καὶ άναλυθῆναι πάλιν είς τὸν Πατέρα ,
είς ὃν ἐν ἀρχῇ τῇ γαστρὶ τούτου συγκεκλεισμένος.
Ἀλλ’ ίτέον ἡμῖν πρὸς τὸν ἔλεγχον τῶν ἐν τοῖς ἤδη
ῥηθεῖσιν άτοπη μάτων. Πρῶτον μὲν οὑ πάντες οἱ μνη-
μονευθιντες ἐν ταῖς γενεαλογίαις τῶν εὐαγγελιστῶν,
τοῦ τε Ματθαίου καὶ τοῦ Δουκᾶ, θεοφιλεῖς ἦσαν, ἀλλὰ
πλὴν όλίγων ot λοιποὶ παντάπασιν ἀδόκιμοι, καὶ
δυσσεόεῖς, καὶ παράνομοι. Καὶ τοῦτο δῆλον ἀπὸ τῶν
βίϐλων , αἶ τοὺς βίους αὐτῶν άναγράπτους ἔχουσιν.
Ei γὰρ καλ⁵ άθετοῦσι ταύτας οἱ Βογόμιλοι , ἀλλ’ οὐκ
ἂν ἔχοιεν εἰπεῖν, ὅτι ἀφ’ ἐτέρων οί εὐαγγελισταὶ τάς
τούτων ἐποιήσαντο μνήμας. Καὶ πῶς. ὧν ἦν 6 βίος
ἀνάξιος καὶ τῆς γῆς, είς τὸν οὐρανὸν ἀναϐάντες τοὺς
τόπους ἐκληρώσαντο τῶν ἀποπεσόντων άγγέλωνς
Πῶς δέ καὶ όψέ ποτε συνῆκε κατασοφισθεὶς ὑπὸ τοῦ
Σαταναὴλ 6 πάντα εἰδὼς πρὶν γενέσεως αὺτῶνς
Ἵνα δέ καὶ ἐφεξῆς παραδράμωμεν, μικρά ἣ οὐδὲν
λυμαινόμεθα τῇ ἀληθείᾳ, εί ἐν τῷ πεντακισχιλιοστῷ
ἔτει τὸν Λόγον, καὶ Υἱὸν ἐγέννησεν 6 Πατὴρ κατὰ τὴν
θείαν καὶ ἀπόρρητον γέννησιν, πῶς 6 ἀπόστολος
Ἰωάννης κέκραγεν. Ἐν ἀρχῇ ἦν ὀ Λόγος , καὶ ὁ
Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ό Λόγος-ς
Πῶς δέ καὶ πάντα δι’ αὑτοῦ ἐγένετο, καί χωρὶς
αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν, ὼς 6 αὐτὸς πά-
ηί c λιν φησί; Πῶς δὲ καὶ 6 ἀπόστολος Παῦλος ἔλεγεν,
ὅτι Δι’ αὑτοῦ καὶ τοὺς αἰῶνας ἐποίησεν ό Πατήρ;
Ἐκπλήττομαι δὲ καὶ τὸ ὑπερϐάλλον τῆς ἐφεξῆς
ἀνοίας αὐτῶν, πῶς οὐκ ἐρυθριῶσι λέγειν τὸν ἀρχάγ-
γελον Μιχαὴλ φύσει Υἱδν τοῦ Θεοῦ, καὶ τοῦτον εἶναι
τὸν ἐνανθρωπήσαντα Κύριον, τὸν καὶ τὴν τῶν άνθ ρὼ·
πων ἐργασάμενον σωτηρίαν. Εἰ γὰρ 6 ἀρχάγγελος
Μιχαὴλ κτιστδς καὶ δοῦλος, ὥσπερ καὶ πᾶσαι αἱ οὐ.
ράνιαι δυνάμεις, πῶς φύσει Υἱὸς, καὶ τῷ [la-rp!
όμοούσιος; Et μὴ καί¹ τὸν Πατέρα κτιστὸν εἴποιεν ,
καὶ ἑαυτοῦ δοῦλον, ὃ καὶ παράδοξον, καὶ μαχόμενον.
Ὀνομάζεται δέ μεγάλης βουλῆς ἄγγελος 6 φύσει Υἱὸς,
ἧγουν 6 Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὅτι ὥσπερ 6
ἀνθρώπινος λόγος προφορικὸς ἐξαγγέλλει τὰ τοῦ
γεννήσαντος αὐτὸν νοῦ κινήματα, οὕτω καὶ οὗτος
'i- 1)άττήγ.γειλε ⁶τοῖς μαθηταῖς μεγάλην τοῦ Πατρδς
αὑτοῦ βουλὴν, ἢτοι τὸ τῆς ἐνανθρωπήσεως αὑτοῦ
μυστήριον , καὶ τὰς εὑαγγελικὰς ἐντολάς , καὶ τὴν
δι’ αὐτῶν σωτηρίαν τῶν πιστευόντων. Διδ καὶ ἔλεγεν,
ὅτι Ἀπ’ ἐμαυτοῦ λαλῶ οὐδὲν, ἀλλ’ ὅσα ἀνήκουσα
παρὰ τοῦ Πατρός, ταῦτα ἀπαγγέλλω ὑμῖν. Ἀπο-
δειχθέντος δέ λοιπὸν, ὅτι δοῦλος μὲν 6 ἀρχάγγελος
Μιχαὴλ, Δεσπότης δὲ φύσει 6 Υἱὸς 6 ἐνανθρωπήσας,
ἐσχόλασαν καὶ αἱ προσαφθείσαι τῷ ἁρχαγγέλῳ Μι-
χαὴλ κλήσεις, ἥ τε τοῦ Ἰησοῦ καὶ ἡ τοῦ Χριστοῦ ,
καὶ παραδρομητέον αὐτάς. 'll δὲ πρόθεσις τῆς άΰλου
σαρκὸς, καὶ ὅσα τῆς φαντασιὼδους ἀκολουθίας , καὶ
τῆς ἀληθινῆς ἐκ Παρθένου γεννήσεως άναιρετικὰ,

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.