PG 133, col. 148

δὲ οὔτε είς ἓν τὰ τρία συναλείφομεν, ἵνα μὴ τοῦ
Σαϐελλίου νόσον νοσήσωμεν, οὔτε διαιροῦμεν είς
τρία ἔκφυλα καὶ ἀλλότρια, ἵνα μὴ τὰ ’Λρείον μα·
νῶμεν· ἀλλὰ μίαν φύσιν ὲν τρισὶ κηρύττομεν ὑποο
στάσεσι. Πάλιν ἐπὶ τῆς ἒνανορωπήσεως τοῦ Θεοῦ
Λόγου ὥσπερ ὲκ διαμέτρου ὶμάχοντο πρὸς ἀλλήλους
ὅτε Νεστόριος καὶ 6 Εὑτυχή;.⁹0 μὲν γὰρ Νεστόριος
ἔλεγε δύο φύσεις κεχωρισμένας, καὶ δύο πρόσωπα,
καὶδύο Χριστοὺς, καὶ δύο υἱούς· 6 δὲ Εὐτυχῂς,
μίαν φύσιν, καὶ μίαν ὑπόστασιν. Ἦμεῐς δὲ μίαν
ὑπόστασιν. ἕνα Χριστὸν, ἕνα Υἱὸν ὲν δύο φύσεσι τε·
λείαις, θεότητι λέγω καὶ ἀνθρωπότητι, ἁχωρίστως
καὶ ἀσυγχύτως ήνωμέναις. Βάδιζε οὖν τὴν μέσην
καὶ βασιλικὴν, ὡς εἴπομεν, τρίϐον (ὥς φησιν ό
Θεολόγος Γρηγόριος· Μεσότητα δὲ ὅταν εἴπω. τὴν
ἀλήθειαν λέγω, πρός ἢν βλέπειν καλῶς ἔχομεν μό-
νην), μὴ φοὸηθεὶς τὸν ἀριθμὸν τῶν δύο. ’Ὠσπερ
γὰρ hri τῆς Θεότητος τρεῖς ὑποστάσεις λέγοντες,
οὺ ποιοῦμεν διαίρεσιν φύσεως ⁸ οὕτω καὶ ἐπὶ τῆς
οἰκονομίας δύο φύσεις λέγοντες, οὐ ποιοῦμεν διαί-
ρεσιν ὑποστάσεως. Καὶ τοῦτό ἐστιν, ὅπερ ό Θεολόγος
Γρηγόριος ὲν τῷ πρὸς Κληδόνων δευτέρῳ λόγῳ
φησί· Λέγω δὲ ἄλλο, ἔμπαλιν ἢ ἐπὶ τῆς Τριὰδος
ἔχει. Ἐκεῖ μὲν γὰρ ἄλλος καὶ ἄλλος, ἵνα μὴ τὰς ς
ὑποστάσεις συγχέωμεν, οὐκ ἄλλο δὲ καὶ ἄλλο· ἓν
γὰρ τὰ τρία, καὶ ταυτὸν τῇ θεότητι. Καὶ σκόπει
καλῶς ἑκάστην τάξιν τοῦ ἱεροῦ θεολόγον. Λέγω δὲ,
φησὶν, ἐπὶ τοῦ Χριστοῦ ἄλλο καὶ ἄλλο. Τδ γὰρ ἄλλο
οὐδετέρως τιθέμενον, τὴν φύσιν δηλοῖ, ἦτοι ἑτέραν
καὶ ἑτέραν φύσιν ἐπὶ τοῦ Χριστοῦ λέγει’ το δὲ
ἄλλος, σημαίνει τὴν ὑπόστασιν. Διὸ ἑπήγαγεψ Οὐκ
ἄλλος καὶ ἄλλος. Ὅρα δὲ καὶ τὸ, Ἐμπαλιν ἦ ἐπὶ
τῆς Τριάδος ἔχει. Ἐπὶ μὲν γὰρ τῆς Τριάδος μία
φύσις ἐστὶν , ἀλλ’ οὐχὶ καὶ μία ὑπόστασις ἐπὶ δὲ
τοῦ Χριστοῦ, μία ὑπόστασις, ἀλλ’ οὑχὶ καὶ μία
φύσις. Καὶ τοῦτό ἐστι τδ, ἔμπαλιν. Ἑκεί μὲν γὰρ
μία φύσις, καὶ τρεῖς ὑποστάσειςο ἐνταῦθα δὲ μία
ὑπόστασις καὶ δύο φύσεις.
Τούτων ῥηθέντων, ό εὑλαϐέστατος ἐπίσκοπος
Γρηγόριος, 6 τοῦ ἁγιωτάτον καθολικοῦ ἀνεψιὸς,
ἐϐόησε φωνῇ μεγάλῃ · Ἐγὼ Ῥωμαῖός εἰμι · ἀνά-
θεμα τῷ μὴ λέγοντι δύο φύσεις ἐν τῷ Χριστῷ.
Τῇ ἐπαύριον ἦλθεν ὁ εὑλαὸέστατος ἐπίσκοπος
Σαππιρίου. Ἀνεκοινώσατο οὖν αὑτῷ 6 καθολικὺς
χωρὶς ἡμῶν τὰ λαληθέντα περὶ τοῦ προκειμένου ζηο
τήματος. Ἐδειξε δὲ αὐτῷ καὶ ὅσας εἶχε χρήσεις
ἁγίων, δύο λεγούσας φύσεις ὲν τῷ Χριστῷ. '0 δὲ
διέστρεφεν αὑτὰς, λόγιος ὣν, εἰς τὸ ἑαυτοῦ θέλημα.
Ὠς οὖν εὗρεν αὑτὸν 6 καθολικὸς σφοδρῶς ἐνιστάμεο
νον καὶ ἀντιπαλαίοντα, μετεκαλέσατο ἡμᾶς. καί
φησι πρὸς ἡμᾶς’ Ὀ παρὼν ἐπίσκοπος Πέτρος θέο
let μετᾶ σοῦ διαῖοεχοῆναι περὶ μέσον ἡμῶν καὶ

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.