PG 136, col. 784

ἑτέραν, φοϐηθῆναί με πάσας τὰς ἡμέρας εἰς ἀγαθὸν
αὐτοῖς τε καὶ τοῖς τέκνοις αὐτῶν μετ’ αὐτούς.
Ἀρχὴ σοφίας φοϐεῖσθαι τὸν Κύριον.
Στέφανος σοφίας φόϐος Κυρίου, ἀναϐάλλων είρὴ-
νην καὶ ὑγείαν ἰάσεως.
Πλησμονὴ σοφίας φοϐεῖσθαι τὸν Κύριον, καὶ με·
ούσκει αὐτοὺς ἀπὸ τῶν καρπῶν αὐτῆς.
0t φοϐούμενοι τὸν Κύριον ἐλπίσατε είς ἀγαθά καὶ
είς εὐφροσύνην αἰώνιον καὶ ἔλεος.
Οὐδὲν κρεῖττον φόϐου Κυρίου, καὶ οὐδὲν γλυκύτε-
ρον τοῦ προσέχειν ἐντολαῖς Κυρίου.
’Λγάπησις Κυρίου ἔνδοξος σοφία, καὶ χορηγήσει
αὐτὴν τοῖς ἀγαπῶσιν αὐτόν.
Ἀγάπα τὸν Κύριον, καὶ ὲπικαλοῦ είς σωτηρίαν
σου.
'U ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός
μου, κάγὼ ἀγαπήσω αὑτὸν, καὶ ἐμφανίσω αὐτῷ
ὲ μαυτόν.
Ἐἀν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ
Πατήρ μου ἀγαπήσει αὐτὸν, καὶ πρὸς αὐτὸν ἐλευσό-
μεϐα, καὶ μονὴν παρ’ αὑτῷ ποιήσομεν.
Μὴ φοϐηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα,
τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι.
Τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖείς ἀγαθόν.
Εἴ τις ἀγαπᾷ τὸν Θεὸν, οὗτος ἔγνωσται ὑπ’ αὑτοῦ.
Ὀ Θεὸς ἀγάπη ἐστὶ, καὶ ὁ μένων ὲν τῇ ἀγάπῃ
ὲν Θεῷ μένει, καὶ ὁ Θεὸς ὲν αὐτῴ μένει.
Φόϐος Κυρίου καθάρσιον ψυχῆς κατὰ τὴν εὐχὴν
τοῦ προφήτου λέγοντος, ι Φόϐος Κυρίου παντοίων
ι ἐλαττωμάτων τῆς ψυχῆς περιγίνεται. ι
Ἀναγκαῖον ὄφλημα τὴν είς Θεὸν ἀγάπην ἀπαι-
τούμεθα, ὃ τῇ ὲλλειπούσῃ ψυχῇ πάντων κακῶν ἐστιν
ἀφόρητον.
Ὅσα τὴν πρὸς Θεὸν τηρεῖ φιλίαν, τούτοις τὴν
ἰδίαν παρέχει κοινωνίαν. Κοινωνία δὲ Θεοῦ ζωὴ καὶ
φῶς, καὶ ἀπόλαυσις τῶν παρ’ αὐτοῦ ἀγαθῶν.
Οὐ πάντων Θεὸς ὁ Θεὸς, ἀλλά τῶν οίκειωθέντων
αὑτῷ διὰ τῆς ἀγάπης.
Ἀρχὴ σοφίας φόϐος Κυρίου οἷόν τι πρῶτον σπάρ-
γανον. Καὶ σοφία τὸν φόϐον ὑπερϐᾶσα, καὶ εἰς τὴν
ἀγάπην ἀναϐιϐάσασα, Θεοῦ φίλους ἡμᾶς καὶ υἱοὺς
ἀντὶ δούλων ἐργάζεται.
Οὐκ ἀπὸ Θεωρίας ἀρξαμένους εἰς φόϐον χρὴ κα-
ταλήγειν (θεωρία γὰρ ἀχαλίνωτος τάχα ἂν καὶ κατὰ
κρημνῶν ὤσειεν), ἀλλά φόϐῳ στοιχειουμένους καὶ
καθαιρομένους, καὶ (ἵν’ οὕτως εἴπω) λεπτυνομένους,
είς ὕψος αἴρεσθαι.
Ἀγάπη ἐστὶ σύνδεσμος τελειώσεως.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.