PG 136, col. 785

Περὶ τῶν μὴ φοϐουμένων *τὸν Θεὸν, μηδὲ ἀγα-
πώντων αὐτόν.
Εἶπεν Φαραὼ πρὸς Μωῦτῆν ο Τίς ἐστιν οὗ είσα-
κούσομαι τῆς φωνῆς αὐτοῦ, ὥστε ἐξαποστεῖλαι με
τοὺς υίιὺς Ἰσραήλς οὐκ οἶδα τὸν Κύριον, καὶ τὸν
Ἰσραὴλ οὐκ ἐξαποστελῶ.
οὐκ ἔστιν 6 Θεὸς ἐνώπιον αὐτοῦ· βεϐηλοῦνται αἱ
ὁδοὶ αὐτοῦ ὲν παντὶ καιρῷ.
υύκ ἔστι φόϐος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν
αυτου.
Οἱ δὲ ἐχθροὶ Κυρίου, ἃμα τῷ δοξασθῆναι αὐτοὺς
καὶ ὑψωθῆναι, ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον.
Φόϐος Κυρίου είς ζωὴν ἀνδρὶ, 6 δὲ ἄφοϐος αὐλι-
σθήσεται ὲν τόποις, οἷς οὐκ ἐπισκοπετται γνῶσις.
Υίδς δοξάζει πατέρα, καὶ δοῦλος τὸν κύριον αὖ·
τοῦ. Καὶ εί Πατήρ είμι, ποῦ ἔστιν ή δόξα μου; καὶ
εἰ Κύριός εἰμι, ποῦ ἐστιν 6 φόϐος μου; λέγει Κύ-
ριος παντοκράτωρ.
Ἐμὲ οὐ φοϐηθήσεθε ; λέγει Κύριος · ἢ ἀπὸ προσ-
ώπου μου οὐκ εὐλαϐηθήσεσθε τὸν τάξαντα ἄμμον
ὄριον τῇ θαλάσσῃ, αίὼνιον πρόσταγμα, καὶ οὐχ ὑπερ-
ϐήσεται αὐτὸ, καὶ ταραχθήσεται, καὶ ού δυνήσεται ’
καὶ ἠχήσουσι τά κύματα αὐτοῦ, καὶ οὐχ ὑπερϐήσε-
ται αὐτός τῷ δὲ λαῷ τούτῳ ἐγενήθη καρδία ἀνθ
κοος καὶ ἀπειθὴς ⁸ καὶ ἐξέκλιναν, καὶ ἀπῆλθον, καὶ
οὐκ εἶπαν ἒν τῇ καρδίᾳ αὐτῶν, Φοϐηθῶμεν δὴ Κύ-
ριον τὸν Θεὸν ἡμῶν, τὸν διδόντα ἡμῖν ὑετὸν πρώϊ-
μον καὶ ὅψιμον, κατὰ καιρὸν πληρώσεως, πρόσταγμα
θερισμοῦ.
’ Τδ ἁμαρτάνειν ἡμῖν κατὰ ἀπουσίαν τοῦ θείου
φόϐου ἐγγίνεται.
Ὅσον ἀφίστατο τῆς ζωῆς 6 Ἀδὰμ, τοσοῦτον ἦγ-
γιζε τῷ θανάτῳ. Ζωὴ γάρ 6 Θεός· στέρησις δὲ
ζωῆς 6 θάνατος. Ὥστε τὸν θάνατον 6 Ἀδὰμ διὰ τῆς
ἀναχωρήσεως τῆς ἀπὸ Θεοῦ ἑαυτῷ κατεσκεύασεν.
ΛΟΓΟΣ Ε’.
Περὶ ἐλπίδος εἷς Geor, ὅτι χρὴ εἰς Θεὸν ἐλπίζειν,
καὶ μὴ εἰς τὰς τῶν ἀνθρώπων προστασίας.
Ἐμϐλέψατε είς τὰ πετεινὰ τοῦ ούρανοῦ, ὅτι οὐ
σπείρουσιν, οὐδὲ θερίζουσιν, οὐδὲ συνάγουσιν είςκ
ἀποθήκας, καὶὸ Πατὴρ ὑμῶν 6 οὐράνιος τρέφει
αὑτά.
Τῇ ἐλπίδι ἐσώθημεν. Ἐλπὶς δὲ βλεπομένη, οὐκ
ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει ; El δὲ
6 ού βλέπομεν, ἐλπίζομεν, δι’ ὑπομονῆς ἀπεκδεχό-
ιεθα.
ιευα.
ι Κατέχωμεν τῆς ἐλπίδος τὴν ὁμολογίαν ἀκλινῆ.
Πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος. ι
Εἶπεν Δαϐὶδ πρὸς τὸν ἀλλόφυλον · Σὺ ἔρχῃ πρὸς
μὲ ὲν ῥομφαίᾳ καὶ ἐν ἀσπίδι ’ ἐγὼ δὲ προσάγω πρός
σὲ ἐν ὀνόματι Κυρίου Σαϐαὼθ.
Ὀ πεποιθὼς ἐπὶ Κύριον σωθήσεται.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.