PG 136, col. 788

Ἀποκάλυψον πρὸς Κύριον τήν όδόν σου, καὶ έλ-
πισον ἐπὶ αὐτὸν, καὶ αὐτὸς ποιήσει.
Μακάριος ἀνὴρ, οὗ ἐστι τὸ ὄνομα Κυρίου ἐλπὶς
αὑτοῦ, καὶ οὐκ ἔϐλεψεν είς ματαιότητα καὶκμανίας
ψευδεῖς.
Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον, ἢ πεποιθέναι ἐπ’
ἄνθρωπον. Ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν
ἐπ’ ἄρχουσιν.
Oi πεποιθότες ἐπὶ Κύριον ὡς δρος Σιών.
Ὀ πεποιθὼς ἐπὶ Κύριον τῇ ἐαυτοῦ ὁσιότητι δί-
Β καιος.
Ἴσθι πεποιθὼς ἐπὶ Κύριον ὅλῃ καρδίᾳ σου.
Ol πεποιθότες ἐπὶ Κύριον συνήσουσιν ἀλήθειαν,
καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῢσιν αὐτῷ.
Ἰδοὺ ὁ Θεός μου, σωτήρ μου, Κύριος, πεποιθὼς
ἔσομαι ἐπ’ αὑτὸν, καὶ σωθήσομαι δι’ αὐτοῦ.
Εὐλογημένος ἄνθρωπος ὅστις πέποιθεν ἐπὶ τῷ
Κυρίῳ, καὶ ἔσται Κύριος ἐλπὶς αὑτοῦ, καὶ ἔσται ὡς
ξύλον εὐθηνοῦν παρ’ ὕδατα.
Ἐμὸλέψατε εἰς τὰς ἀρχαίας γενεὰς, καὶ ἴδετε.
Τίς ἦλπισεν ἐπὶ Κύριον καὶ κατῃσχύνθη;ἢ τίς
ἐνέμεινεν τῷ φόόῳ αὐτοῦ, καὶ ύπερεῖδεν αύτόν;
Πείσωμεν ἑαυτοὺς, ἀδελφοὶ, ἐν καιρῷ πειρασμοῦ,
μὴ πρὸς ἀνθρωπίνας ἐλπίδας ἀποτρέχειν, καὶ ἐαυ-
τοῖς τὰς βοηθείας θηρᾶσθαι, ἀλλ’ ἐν δάκρυσι καὶ
στεναγμοῖς, καὶ φιλοπόνῳ προσευχῇ, καὶ ἀγρυπνίᾳ
εὐτόνῳ, τὰς δεήσαις πρὸς Θεὸν ποιεῖσθαι. Οὕτως
γὰρ λαμϐάνει βοήθειαν ἐκ θλίψεως ό τῆς ἀνθρωπί-
νης βοηθείας ὡς ματαίας καταφρονῶν.
Ἐπαινῶ τὸν εἰπόντα τὰς ἐλπίδας εἶναι γρηγο-
ρούντων ἐνύπνια.
Ἐπικοπτέτω σοι μέριμνα μὲν ἡδονὴν, λύπην δέ
ἡ κρείττων ἐλπίς.
Μεγίστη τοῖς ἀτυχοῦσιν ἐπικουρία μεταὸολῆς έλ-
πὶς, καὶ τὸ κρεῖττον ἐν ὀφθαλμοῖς κείμενον.
Πολλοῖς πρὸς ὅρμοις εὖπλουν ἔδυ σκάφος. Πολλοὶ
προσωρμίσθησαν ἐκ τρικυμίας.
Ἀμήχανον τοῦ τέλους ἐκπεσεῖν τὸν ὅλῃ διανοίᾳ
ἐπὶ τὸν Θεὸν ἐλπίζοντα, καὶ τὰ παρ’ ἑαυτοῦ πάντα
ε ίσφέροντα.
’Όταν μηδαμόθεν ἀνθρωπίνης βοηθείας ἐλπὶς
ἡμῖν ὑπάρχῃ, μὴ ἀπογνῶμεν, μὴ ἀτονήσωμεν · ἀλλά
τὴν ἄγκυραν τῆς πίστεως ἀρπάσωμεν, ῥίψωμεν τὸ
ἐργαλεῖον τῆς ἐλπίδος, μὴ είς θάλασσαν, ἀλλ’ εἰς
οὐρανὸν, καὶ τὸ χειμαζόμενον σκάφος τῶν κινδύνων
ἀπαλλαγήσεται.
Τῶν προσδοκωμένων ἀγαθῶν ήθλίψις ἄνθος ἐστί.
Διὰ οὖν τὸν καρπὸν καὶ τὸ ἄνθος δρεψώμεθα.
Οζδέν οὕτως τρέφει ψυχὴν, ὡς ἐλπὶς ἀγαθὴ, καὶ
τὸ χρηστὰ προσδοκᾷν.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.