PG 142, col. 300

τοῦ Πνεύματος αἶ’τιον· ἁπανταχοῦ δὲ τὸν Πατέρα
ἀνεκήρυξαν αἴτιον καὶ μόνον αἶ’τιον ὥσπερ τοῦ Μο-
νογενοῦς, οὕτω γε καὶ τοῦ παρακλήτου καὶ. ζωοποιοῦ
Πνεύματος.
Πὲφηνε τοίνυν καὶ ὑπάρχει καὶ ἐκλάμπει ἐκ Πα-
τρὸς τὸ Πνεῦμα τὸ ἅγιον, ὡς EE αἰτίας ταῦτα πάντα
τοῦ Πατρός λέγεται. Πέφηνεν αὖθις καὶ ὑπάρχει καὶ
ἐκλάμπει EE Υἱοῦ, ἢ μὴν παρὰ Πατρὸς δι’ Υἱοῦ, οὐχ
ὡς EE αἰτίας ὅλως τοῦ Υἱοῦ, ἢ μόνου, ἤ μετὰ Πατρὸς,
ἀλλ’ ὅτι ὑφιστάμενον ἐκεῖθεν ἐκ τῆς Πατρικῆς ὑπο-
στάσεως, τῶν γὰρ αὐτῶν οὐκ ἀποστήσομαι φωνῶν
ὡς θεοπνεύστων, μένει Ev Υἱῷ, καὶ συμπαρομαρτεῖ
τῷ Λόγῳ. Δι’ αὑτοῦ δὲ καὶ προϊὸν ἁδιαστάτως καὶ
ἀνεκφοιτήτως ἐκφαίνεται καὶ ἀπολάμπει ἀΐδίως.
Εἶτα χορηγεῖται καὶ τῇ κτίσει παρ’ αὑτοῦ καὶ δι’
αὐτοῦ παρά Πατρὸς μεταδίδοται, Πνεῦμα ’ὸν Πατρὸς
καὶ Υἱοῦ ὁμοφυές ἀμφοῖν καὶ ὁμόδοξον. Ταῦτα μὶν
οὖν ἡμεῖς, καὶ εί μὴ ἱκανῶς, ἀλλὰ μετρίως ἴσως τὰς
τῶν ἀντιθέτων διελύσαμεν ἐνστάσεις. Εύθὲτου δὲ τε-
τυχηκότες καιροῦ, τάχ’ ἃν καὶ τελεώτερον διαλύσαι-
μεν τοῦ Παρακλήτου συμμαχοῦντος, καὶ τὸ ἀσθενὲς
ἡμῶν ἐνισχύοντος.
ΚΥΡΟΥ ΓΡΗΓΟΡΙΟΥ ’
ΤΟΥ ΚΥΠΡΙΟΥ
ΛΟΓΟΣ ΕΙΣ ΤΟΝ AI‘ION ΚΑΙ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΚΑΙ ΤΡΟΠΑΙΟΦΟΡΟΝ
α’. Ἐθος τοῦτο τῶν λόγοις ἀγωνιζομένων σχεδὸν
ἑκάστῳ, τοὺς καθ’ ἑαυτῶν ἀγῶνας μεγάλους οἴεσθαι
ξιοῦν, καὶ λαμπροὺς καὶ δυσχερεῖς ἀνῦσαι, συγ-
γνώμην ἑαυτῷ τῆς ἥττης ἤ τὸν τοῦ κατορθῶσαι
ἔπαινον ἐντεῦθεν κατασκευαζομένῳ. Ἀλλ’ εἷς Γεώρ-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.