PG 147, col. 432
Θεοδοσιανοὶ καὶ Δαμιανισταὶ, ἄλλον μὲν εἶναι λέγουι
σι τὸν Πατέρα, ἄλλον δὲ τὸν Υἱὸν, καὶ ἄλλον τὸν Πα-
ράκλητον, τὸ ἆγιον δηλαδὴ Πνεῦμα. Μὴ εἶναι δὲ τοῦ-
των ἕκαστον καθ’ ἑαυτὸν φύσιν, ἀλλ’ ἔχειν κοινὸν
Θεὸν, ἡγουν θεότητα ὲνύπαρκτον καὶ ταύτης μετι-
χοντας άμερίστως, εἶναι Θεὸν ἕκαστον. Μίαν δὲ ὑπό-
στασιν δοξάζουσι τὸν Πατέρα καὶ τὸν Υίὸν καὶ τὸ
Πνεῦμα τὸ ἅγιον , τὸν δὲ κοινὸν αὑτὸν Θεὸν οὐσίαν
καὶ φύσιν. ’Δγγελῐται δὲ τοιοῦτοι ἀπὸ τῶν δι’ ἐναν-
τίας ἐκλήθησαν, ἐκ τινος ὲν ’Δλεξανδρείᾳ τόπου,
Ἀγγελίω καλουμένου, ἐν ᾧ καὶ τὴν συναγωγὴν οἱ
τὰ πρῶτα παρ’ αὐτοῖς φέροντες εἶχον· οὓς oi ἐξ
ἐναντίας καὶ Σαδελλιανιστάς καὶ Τετραδίτας ὡνόμα-
σαν.Τέταρτοι πάλιν ἕτεροι Σευηρῐται,ο“ί καὶ Πετρῖται
ὄνομα ἔσχον ἀπό τινος ἐπισκόπου αὐτῶν Πέτρου τὴν
κλῆσιν· οἳ Σευῆρον καὶ Θεοδόσιον ἀποδεχόμενοι,
Παῦλον καὶ Δαμιανὸν οὺ προσίεντο. ἅθ’ ἑκατέρων τὴν
δόξαν ἐπαιτιώμενοι ⁶ καὶ ὅτι καθόλου κοινωνή-
σαντες Ὲκκ).ησίᾳ τὴν δ’ οὗ προσήκειντο σύνοδον.
Ὀμολογοῦσι γάρ Θεὸν κατὰ ἀλήθειαν καὶ οὐσίαν καὶ
φύσιν ἕκαστον καθ’ ἑαυτὴν, τὸν Πατέρα, καὶ τὸν
Υἱὸν, καὶ τὸ άγιον Πνεῦμα λέγοντες οὐκ ἀριθμῷ,
ἀλλὰ τῇ ἁπαραλλάκτῳ οὐσίᾳ. Οὓς Τριθεῖτας oi περὶ
Παῦλον καὶ¹ Δαμιανὸν κατωνόμαζω ο ὡς ἐκεῖνοι τού-
τους ποτὲ μὲν Τετραδίτας, ποτὲ δὲ καὶ Σαδελλιανι-
στάς, ὦς μοι προείρηται’ ὲν τούτοις ἄλλο πάλιν
πέμπτον τμῆμα Σευηριτῶν καὶ Θεοδοσιανῶν, οῖ Κο-
νωνῖται ἐκλήθησαν· οῖ δὴ Σευῆρον καὶ Θεοδόσιον
δέχονται, πρὸς δὲ καί τινα ἐπίσκοπον παρ’ αὐτοῖς
ῦνομα Κόνωνα· οἳ δὴ καὶ αὐτοὶ ὁμολογοῦσι μὲν κατὰ
ἀλήθειαν Θεὸν μὲν εἶναι καὶ φύσιν καὶ οὐσίαν ἔκα-
στον, τὸν Πατέρα καὶ τὸν Υίὸν καὶ τὸ ἅγιον Πνεῦμα.
Ἔτι γε μὴν καὶ τρία πρόσωπα φασὶ, τὴν ἁγίαν
Τ ριάδα, καὶ ὑποστάσεις τρεῖς. Τρεῖς δέ τινας τῷ
ἀριθμῷ οὐσίας καὶ φύσεις ἀπαραλλάκτους κατὰ τὴν
θεότητα λέγοντες, μίαν τε οὐσίαν, ἤγουν φύσιν, καὶ
μίαν θεότητα, ἤγουν Θεὸν, τὴν άγίαν καὶ⁵ όμοούσιον
ὁμολογοῦντες Τριάδα, οῦκ ἀριθμῷ, ἀλλὰ τῇ ἀπαραλ-
λάκτῳ θεότητι, τρεῖς θεοὺς, ὴτρείς θεότητας λέγειν
παραιτοῦνται παντάπασιν. Οῦτοιδὲ οὐδὲ Δαμιανὸν,
οὐδὲ Παῦλον, οὐδὲ τὸν ἔσχατον παρ’ αὐτοῖς Πέτρον
προσήκαντο· οὓς el ἀπὸ Δαμιανοῦ καὶ Παύλου καὶ [ιι-
τρου Τριθεῖτας πρῶτοι ὠνόμασαν. Διίσταντο δὲ τού-
των,ὃτιπερ ἐκεῖνοι παραιτοῦ μενοι τρεῖς λέγειν θεοὺς,
ἧγουν θεότητας τρεῖς, τὸν Πατέρα καὶ τὸν Υίὸν καὶτὸ
άγιον Πνεῦμα, παραιτοῦνται καὶ τὸ λέγειν τρεῖς τῷ
ἀριθμῷ οὐσίας, ῐσλς καὶ ἀπαραλλάκτους. Οὗτοι δὲ
τὸ μὲν λέγειν τρεῖς θεοὺς ἢτοι τρεῖς θεότητας πα-
ρτιτοῦνται ο τρεῖς δὲ τῷ ἀριθμῷ οὐσίας, ἤγουν φύ-
σεις τινάς ίσας, ὁμολογοῦσιν. Ol δὲ άπὸ Κόνωνος δε-
χόμενοι πρότερον τά συγγράμματα Ἰωάννου Ἀλες
ξανδρέως γραμματικοῦ τοῦ Φιλοπόνου, ἃ καθ’ Ἐλ-
λήνων αὺτῷ καὶ ἄλλων τινῶν ὑποθέσεων ἑπονήθη,
ἔσχατον πάντων αὐτόν τε καὶ τὰ συγγράμματα
αὑτοῦ ἁπεὸάλοντο καὶ άναθέιιατι ὲκδεδώκασιν.