PG 150, col. 513

γὰρ ἂν ἐγενόμεθα κρείττους δουλεύοντες ἦμεν ςἾί
γὰρ ἂν καὶ μείζουςῆμεν, ι οὐκ ἔστι δοῦλος μείζων τοῦ
κυρίου αὐτοῦ. ι Ἐπεὶ τοίνυν 6 μὲν τὸ χρέος τοῦτο
καταλαϐεῖν καὶ τὴν νίκην ἀρέσθαι ταύτην δίκαιος
ὢν ἀνδράποδον ἦν, ὧν ἔδει τῷ πολέμῳ κρατεῖν, 6
δὲ Θεὸς, ᾧ ταῦτα ἐξῆν, οὐδενὸς ύπόιρεως ἦν, καὶ
διά ταῦτα τὸν ἀγῶνα οὐδέτερος ἀνῃρεῖτο, καὶ ὴ
ἁμαρτία ἔζη, καὶ ἦν ἀμήχανον ἤδη τὴν ἀληθινὴν
ζωὴν ἡμῖν ἀνατεῖλαι, τὸ τρόπαιον ἄλλου μὲν ὀφεί-
λοντος, ἄλλου δὲ δυναμένου ° τούτων ἕνεκα συνελθεῖν
ἐδέησε τοῦτο κακεῖνο, καὶ ἕνα καὶ τὸν αὑτὸν ἀμφο-
τέρας εἶναι τὰς φύσεις, τοῦ τε προσήκοντος τῷ πο· Β ³
λὲμῳ, καὶ ὃς ἐδύνατο νικῆσαι. Γίνεται τοίνυν ο καὶ
Θεὸς μὲν οἰκειοῦται τὸν ὑπὲρ τῶν ἀνθρώπων ἀγῶνα,
ἄνθρωπος γάρ· ἄνθρωπος δὲ νικᾷ τὴν ἁμαρτίαν,
καθαρὸς ἁμαρτίας ἁπάσης, Θεὸς γὰρ ἦν· καὶ τοῦ·
τον τὸν τρόπον ἡ φύσις τῶν ὀνειδῶν ἀπαλλάττεται
καὶ ἀναδεῖται νίκης στεφάνῳ, τῆς ἁμαρτίας πεσού-
σης. Οὔπω δὲ καὶ τῶν (ξιορώπων ἕκαστος ἢ νενί-
κηκε τούτων ἔνεκαῆ ἠγώνισται. ’Πγουν τῶν δε-
σμῶν ἐκείνων ἐλύθη, καὶτοῦτο δὲ αὐτὸς ἐποίησε
δι’ ὧν προσέθηκεν 6 Σωτὴρ, ἐν οἷς ἑκάστῳ τῶν
ἀνθρώπων ἔδωκεν ἐξουσίαν ἀποκτεῖναι τὴν ἁμαρ-
τίαν καὶ κοινωνοὺς αύτῷ γενέσθαι τῆς ἀριστείας.
Ἐπεὶ γὰρ μετὰ τὸ τρόπαιον ἐκεῖνο δέον στεφανοῦ-
σοαι καὶ θριαμϐεύειν, 6 δὲ πληγιὶν καὶ σταυροῦ καὶ
θανάτου καὶ τῶν τοιούτων ἐίς πεῖραν ἦλθε, ὃ φησι
Παῦλος, ι Ἀντί τῆς προκειμένης αύτῷ χαρᾶς ύπέ-
μεινε σταυρὸν, αἰσχύνης καταφρονήσας, ι τί γίνε-
ται; '0 μὲν οὐδὲν ἠδίκησεν, ὧν ἂν ταῦτα ἔδωκε
δίκην, οὐδὲ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εἶχεν οὐδὲν,
ὅθεν ἂν ἐγκαλεῖν εἶχεν 6 συκοφάντης καὶ σφόδρα
ἀναισχυντῶν, πληγὴ δὲ καὶ ὀδύνη καὶ Θάνατος ἐξ
ἀρχῆς κατὰ τῆς ἁμαρτίας ἐπενοήθη, Τί γὰρ καὶ
συνεχώρει φιλάνθρωπο, ὢν 6 Δεσπότης; Οὺ γὰρ εί-
κός ἐστι, φοϐερῷ καὶ Θανάτῳ τὴν ἀγαθότητα χαί-
ρειν. Διά τοῦτο μετὰ τὴν ἁμαρτίαν εὐθὺς τὸν ϐάνα-
τονν καὶ τὴν ὀδύνην συνεχώρησεν 6 6&6, οὐ δίκην
ἡμαρτηκότι μᾶλλον ἐπάγων ἢ φάρμακον νενοσηκότι
παρέχων. Ἐπεὶ τοίνυν τοῖς ὑπὸ τοῦ Χριστοῦ πε-
πραγαένοις οὐκ ἦν ἐφαρμόσαι ταύτην τὴν δίκην, καὶ Ι)
ἀρρωστίας ῖχνος εἶχεν οὐδὲν 6 Σωτὴρ, ἣν ἀνεῖλεν
ὅπερ ἔλαϐε φάρμακον, είς ἡμᾶς ἡ τοῦ ποτηρίου δύ-
ναμις ἐκείνου διαϐαίνει καὶ ἀποκτείνει τὴν ὲν ἡμῖν
ἁμαρτίαν, καὶ η τοῦ ἀνευθύνυυ πληγὴ γίνεται δίκη
τοῖς πολλῶν ὑπόχρεως οὖσι. Καὶ ἐπεὶ μιγαλη τις ἦν
ἡ δίκη καὶ Θαυμαστὴ καὶ μείζων ἦ τῶν ἀνθρωπείων
κακῶν ἁντίρῤοπος εἶναι. ού μέχρι τούτου μόνον ἔστη
’λύσασα τὸ ἔγκλημα, ἀλλὰ τοσαύτην προσέθηκεν
ὑπερϐολὴν ἀγαθῶν. ὥστε καὶ εἰς τὸν οὐρανὸν αὑτὸν
ἀναϐῆναι καὶ τῆς ἐνταῦθα βασιλείας τῷ Θεῴ κοινω-
νῆσαι τοὺς ἀπὸ γῆς, ’τοὺς ἐχθίστους. τοὺς δεδε-
μένους, τοὺς ἠνδραποδισμένους, τοὺς ἡτιμωμὲνους.
"Matth. at 2‘. " Hebr. xit, 9..

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.