PG 161, col. 127

0 ΣΧΟΛΛΡΙΟΣ.
Οἱ Λατῖνοι καὶ πρὸς τοῦτον τὸν λόγον ἀποκρι-
νοῦνται, ὅσα δὴ καὶπρὸς τὸν η’ καὶ τὸν ι’, καὶ ὴ πρὶς
ἐκείνους λύσις καὶ πρὸς τοῦτον ἀρκέσει. Οὔτε γὰρ
ἐκείνοις προσῆν τι πιθανότητος γοῦν, μή ὅτι γε
ἀνάγκης, οὔτε οὗτος ἔχει πλέον τι τῶν ἐκεῖ γεγραμ-
μένων ° μόνον ὅτι καθάπερ μετάμελον ἐφ’ οἷς τότε
ἐκαινοτόμησεν είληφὼς νῦν φησι τὸ σαρκωθῆναι τῇ
τοῦ Ποῦ ὑποστάσει ἴδιόν τι εἶναι καὶ ἀκοινώνητον
πρὶς τὸν Πατέρα τε καὶ τὸ Πνεῦμα. Καίτοι χρονι-
χὸν ἐστι τὸ σαρκωθῆναι, ἐκεῖ δὲ οὐδὲν χρονικὺν ἔλεγε
δύνασθαι εἶναι ἴδιον προσώπου τινὸς, ὅτε καὶ ἡμεῖς
ἐνέστημεν ἀπὸ τῆς σαρκώσεως, ὥσπερ προαισθανό-
μενον τὶν ἄνδρα μέλλειν ἀντιλέγειν καὶ αὑτὸν
ἐαυτῷ, ὃ δὴ καὶ περὶ πάντων οἶμαι ποιήσειν αὐτὸν
καὶ οἷς νῦν λέγει πάλιν ἀντερεῖν γενναίως, ὁπόταν
ἀφιλονείκως καὶ μετ’ εὐπειθείας ἐπιστήσῃ τούτοις
τὸν λογισμόν. Νῦν γὰρ ὑπὸ φιλονεικίαις καὶ δόξης
κενῆς δέος μή τι καὶ χεῖρον τούτων τολμήσειεν.
Ζήτει δὲ καὶ Λατίνους ἕνα τινὰ τῶν ἀχίων αὐτῷ
δεῖξαι λέγοντα ἐκ τῆς τοῦ Υίοῦ ὑποστάσεως τὸ
Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι. Οἱ δὲ δεικνύουσιν
αὐτῷ πλείους ἢ δέκα λέγοντας ἐκ τοῦ Υἱοῦ ἐκπο-
ρεύεσθαι, καὶ οὔπω συντιθέμενον ἔσχον, ἀλλ’ ἀρνεῖ-
ται περιφανῶς τὸ διαρρήδην ὑπὸ τῶν τῆς Ἐκκλη-
cia: διδασκάλων λεγόμενον · ἴσως, ὅτι μὴ πάντες
τοίς-ό φασιν. Ἔδει δὲ μηδὲ τοῦ Νύσσης λίαν αὑτὸν C
περιέχεσθαι· μόνος γὰρ οὗτος ὲκ τῆς τοῦ Πατρὺς
ὑποστάσεως ἐκπορεύεσθαι τὸ Πνεῦμὰ φησι, καὶ οὑ-
δεὶς ἕτερος· καίτοι πάντες ἐκ τοῦ Πατρὸς ἐκπο-
ρεύεσθσιι λέγουσι, καὶ πρὸ πάντων αὑτὴ ή ἀλήθεια.
’Λμαρῖάνει γοῦν καὶ περὶ τούτου τῷ Νύσσῃς μόνῳ
πειθόμενος, εῐ γε πολλοῖς ὲκ τοῦ Υίοῦ λέγουσιν ὲκ-
πορεύεσθαι διὰ τὺ μὴ καὶ πάντας τοῦτ’ αὐτὸ λέξειν
οὐ βούλεται πείθεσθαι. Astu?» δὲ ὃτι καὶ παρὰ τὸν
Nisam; ἐκινδύνευσεν ἃν, μηδὲ πιστεύειν ὲκ τῆς πα-
τρικῆς ὑποστάσεως ὲιπορεύεσθαι τὶ Πνεῦμα τὸ
ἆγιον. Εἰ γὰρ μόνος μὲν ἐκεῖνος τοῦτό φησιν, ἔτυχε
δε μηδ’ αὐτος οὗτος εἰπὼν, ἡρνείτ¹ ἆν ὁ ἁνὴρ το-
σαύτην ἀλήθειαν. Ἀλλ’ οἱ νοῦν ἔχοντες τοῦτο οὐκ
ἂν ἔπαθον, ἀλλὰ καὶ τοῦ Νύσσης μὴ λέγοντος ὲκ
τῆς πατρικῆς ὑποστάσεως ἐκπορεύεσθαι τὸ Πνεῦμα
τὸ ἅγιον, ὥσπερ οὐδ’ ἄλλος τοῦτο λέγει τῶν διδα-
σιὰλων οὐδεὶς, ἐπίστευσαν ἂν οὕτως, ὲκ μὲν τοῦ Ποι-
τρλς ἐκπορεύεσθαι καὶ λίαν μαθόντες ο τὸ δὲ ὲκ τοῦ
lla-cpe; ἐκπορεύεσθαι τοῦτ’ εἶναι τὸ ἐκ τῆς πατρι-
κῆς ὑποστάσεως ἐκπορεύεσθαι μὴ ἀμφιϐάλλοντες.
lii δὲ τὸ ex τῆς πατρικῆς ὑποστάσεως εἷπε μόνος,
τί θαυμαστὸν, εἰ καὶ τὸ ἐκ τῆς υἱιχῆς ὑποστάσεως
οὐδεὶς ὅλως εἰπὼν φαίνεταις Οὐδὲ διὰ τοῦτο ἀρνεῖ-
σθαι τοσιύτην ἀλήθειαν οἱ νοῦν ἔχοντες πρταχθή-
σσνται, εἴπερ ἀρκεῖ μὲν σφίσιν ὴ μαρτυρία τῶν
τοσούτων ἁγίων λεγόντων, ἐκ τοῦ Υἱοῦ τὺ Πνεῦμα
ἐκπορεύεσθαι, τὸ δὲ ὲκ τῆς υἰικῆς ὑποστάσεως ὲκ-
πορεύεσθαι τοῦτ’ εἶναι τὸ ἐκ τοῦ Υίοῦ ἐκπορεύεσθαι
μὴ ἀμφιϐάλλουει.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.