PG 2, col. 477

ἐπηρείας ἤδη μοι τὸν πλοῦν ἐπεχούσης, καὶ τὰ περὶ
τῆς φήμης, ἢν ὁ φανεὶς έν Ῥώμῃ διήγγειλε,καὶ τίνα
γε ἆκαταγγέλλοι, σαφῶς ἕκαστα καταλέγειν ἠξίουν.
Οἱ δέ, Φανέντα μὲν, εἷπον, ἐν Ῥώμῃ τοιόνδε τινὰ
ὅλως οῦκ ἴσμεψ περὶ δὲ τοῦ έν Ἰουδαίᾳ γενομένου,
καὶ Υἱοῦ Θεοῦ ὑπὸ τῆς φήμης κηρυττομένου, παρᾶ
πολλῶν τῶν ἐκεῖθεν ἐληλυθότων, ἠκούσαμεν , καὶ
περὶ πάντων ὧν ἐποίει καὶ ψιλῷ τῷ ῥήματι θαυμα-
σίων ἐμάθομεν.
ῙΧ. Ἐμοῦ δὲ εἷπόντος·έϐουλόμην τινὶ τῶν ³⁸ ἑωρακό-
των αὐτὸν συγγενέσθαι, καὶ ὅσα ποθῶ μαθεῖν ἀκοῦσαι
περὶ αὐτοῦ, ὑπολαϐόντες ἐκεῖνοι, ’Ἐστι τις ἐνταῦθα, Β
φασὶν, οὐ μόνον ἱστορήσας αὐτὸν, ἀλλὰ καὶ τῆς έκεῖ-
θεν γῆς ὑπάρχων, ἀνὴρ τίμιος ὀνόματι Βαρνάϐας, ’ὸς
ἕνα καὶ τῶν αὐτοῦ μαθητῶν ἑαυτὸν εἶναι λέγει, καὶ
ἐνταῦθά που καθεζόμενος, τά παρ’ ἐκείνου ὑπεσχη-
μένα τοῖς τῶν τοιούτων ἀξίοις, ἑτοίμως τῷ βουλο-
μένῳ διέξεισι. Καὶ δῆτα τὸν τόπον καταλαϐὼν εἷς ’ὸν
ὁ ἀνὴρ εἰώθει καθέζεσθαι, καὶ μέρος καὶ αὐτὸς τοῦ
περιεστηκότος πλήθους γενόμενος, ἔστην ἐπακούων
τῶν λεγομένων, καὶ συνενόουν τάληθῆ οὐ διαλεκτικῇ
τινὶ τέχνῃ διδάσκοντα τοῦτον, ἀλλ’ ἀπαρασκευάστως
οὕτω καὶ άπλῶς ἐκτιθέμενον, ἅ τε ἤκουσε καὶ ἑώρακε
τὸν τοῦ Θεοῦ φανέντα Υἱὸν πεποιηκέναι τε καὶ εἴρη-
κέναι. Πολλοὺς δὲ μάρτυρας τῶν ὑπ’ αὐτοῦ λεγομέ-
νων θαυμασίων τε καὶ λόγων, ἐξ αὐτοῦ τοῦ παρεστῶ-
τος ὄχλου παρείχετο.
X. Ἐπεὶ δὲ πρὸς τὰ παρ’ αὐτοῦ ἀπανούργως λεγό
μενα ἡδέως οἱ ὄχλοι διέκειντο, οἱ ἐκ παιδείας κο-
σμικῆς ὁρμώμενοι φιλόσοφοι, χλευάζειν αὐτὸν καὶ
γελᾷν ἐπειρῶντο, σκώπτοντες ἀμέτρῳ θράσει, καὶ
διασύροντες, καὶ οἶα μεγάλοις ὅπλοις τοῖς συλλογι-
σμοῖς κατ’ αὐτοῦ χρώμενοι. Ὀ δὲ ἀπωθούμενος αὐτῶν
τὸν λῆρον, οὗ συνέτρεχεν αὐτῶν τῇ πανούργῳ πεύ-
σει, ἀλλᾶ καὶ ἀκατάπληκτος ὥν λέγειν οὐκ ἀφίστατο.
Καί ποτέ τις διαπαίζων δῆθεν αὐτὸν ἐπυνθάνετο.
Διά τί, ὦ νέε διδάσκαλε, κώνωψ ἐγένετο, καὶ βραχύ-
τατος ὢν, ’ἐξ πόδας ἔχων καὶ πτερά φέρει · ἐλέφας
δὲ τὸ μέγιστον ζῶον ἄπτερος ὥν, τέσσαρας μόνους
ἔχει πόδας ; '0 δὲ τὴν διδασκαλίαν προς τήν ἐρώτησιν
μικρὸν ἐπισχὼν, οὐδεμιᾶς μέντοι τῷ ἐρωτήσαντι πρὸς
ταῦτα μεταδοὺς ἀποκρίσεως , τὸν ἀπ’ ἀρχῆς αὐτῷ
προκείμενον αὖθις ἀνελάμϐανε λόγον· τοότῳ μόνῳ
προοιμίῳ καθ’ ἑκάστην ἐγκοπὴν χρώμενος· Ἡμεῖς
τοῦ πέμψαντος ἡμᾶς τοὺς λόγους καὶ τὰς θαυμασίους
πράξεις εἰπεῖν ὑμῖν μόνον ἔχομεν έντολήν, καὶ ἀντὶ
τῆς λογικῆς ἀποδείξεως μάρτυρας παρέχομεν ὑμῖν
τῶν ἐνταῦθα παρεστώτων πολλούς’ λοιπὸν τῆς ὗμε-
τέρας ἐστὶν ἐξουσίας, ὑπείκειν ἢ ἀπειθεῖν. Τοῦ δὲ
λέγειν ὑμῖν τὸ συμφέρον, οὗ παύσομαι, ὅτι ἐμοὶ μὲν
ζημία τὸ σιωπᾷν, ὑμῖν δὲ τὸ ἀπειθεῖν βλάϐη. Ἐδο-
νάμην μὲν οῦν καὶ εἰκαίων ὐμῶν προϐλημάτων ἀπο-
δοῦναι τὰς ἀποδείξεις, εἷ’γε ὴιλαλήθως ἑώρων ὑμᾶς
περὶ τοότων πυνθανομένους’ κώνωπος δὲ καὶ ἐλέ-
φαντος τήν αἰτίαν τῆς διαφόρου δημιουργίας, νῦν

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.