PG 22, col. 680

τινος τῶν προκατειλεγμένων, ἀλλά οὐδὲ ἐκ τῶν ἑξῆς
ἐπιφερομένωνο ι Ἐπεὶ ι γὰρ ι σὺ, Κύριε, τὸν
’Υψιστον ἔθου καταφυγήν σου, διὰ τοῦτο ού προσ-
ελεύσεται πρός σε κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ
σκηνώματί σου. ι Μάστιγας δέ τὰς ἀπὸ δαιμόνων
ἐνεργείας καὶ. ἐν τοῖς Εύαγγελίοις ὀνομαζομένας ἂν
εὕροις, ἂς ούδέ πλησιάζειν τολμᾷν τῷ σκηνώματι
τοῦ Χριστοῦ, τουτέστι τῷ σώματι αὑτοῦ, δυνατὰς
εἷναί φησι. Πῶς γὰρ, ὅτε λόγῳ μόνον αύτάς ἐξ ἁν-
θρώπων ήλασες Περὶ τούτου δέ τοῦ σκηνώματός καὶ
ὁ Δαϐίδ ποτε ι ὤμοσε τῷ Κυρίῳ, xui ηὔξατο τῷ
Θεῷ Ἰακὼϐ, ι λέγων· ι Ei ἀναϐήσομαι ἐπὶ κλίνης
στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου,
xui τοῖς βλεφάροις μου νυσταγμὸν, xui. ἀνάπαυσιν
τοῖς κροτάφοις μου, ἐως οὕ εὕρω τόπον τῷ Κυρίῳ,
σκήνωμα τῷ Θεῷ Ἰακώϐ. ι Καὶ τούτου γε ἕνεκα
τοῦ σκηνώματος ἐλέγετο· ι Οὐ φοϐηθήσῃ ἀπὸ φόϐου
νυκτερινοῦ, ι xui τὸ, ‹ Αύτὸς ῥύσεταί σε ἐκ παγίο
δος θηρευτῶν καὶ ἀπὸ λόγου ταραχώδους, ο καὶ τὸ,
ι Οὐ προσελεύσεται πρὸς σὲ κακὰ, xui μάστιξ οὐκ
ἐγγιεῖ τῷ σκηνώματι σου, ι xui ὃσα ἀνθρωπινώτερα
περὶ αὑτοῦ λέλεκται· ὼς xui τὸ, ι Τοῖς ἀγγέλοις αὐ-
τοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε· υ καὶ
τὸ, ι Ἐπὶ χειρῶν ἀροῦσί σε μήποτε προσκΜς 12gb;
λίθον τὸν πόδα σου. ι Ταῦτα γὰρ οὐκ ἂν ὡς πρὸς
Θεὸν λέγεσθαι ἀρμόσοι, πρὸς δέ τὸ σκήνωμα αὑτοῦ,
ὅπερ δι’ ἡμᾶς ἀνείληφεν, ὅτε ι ό Λόγος σὰρξ ἐγένετο,
xui. ἐσκήνωσεν ἐν ἡμῖν. ι Δοκεῖ δέ μοι καλῶς ἔχειν
ὑπὲρ ἀκριϐοῦς βεϐαιώσεως τῶν εἰρημένων καὶ τὰς
τῶν λοιπῶν ἐρμηνευτῶν παραθεῖναι φωνάς· ὧνό
μὲν Ἀκύλας οὕτως ἔφησεν· ι ’Ότι σὺ, Κύριε ξλ-
πίς μου, ’Ὕψιστον ἔθηκας οίκητήριόν σου. Οὐ μετ-
αχθήσεται πρὸς σέ κακὰ, καὶ ἀφὴ οῦκ ἐγγιεῖ ἐν σκέπῃ
σου ο ὅτι ἀγγέλοις αὑτοῦ ἐντελεῖται, τοῦ φυλάξαι
σε ἐν πάσαις ταῖς όδοῖς σου · › ό δὲ Σύμμαχος ο «Σὺ
γὰρ, Κύριε, ἀφοϐία μου, ὑψίστην ἔθου τὴν οἴκησίν σου.
Ού κατισχύσει σου κακὸν, οὕδέ ἁφὴ ἐγγιεῖ τῇ σκηνῇ
σου· ὅτι τοῖς ἀγγέλοις αὑτοῦ ἐντελεῖται περὶ σοῦ,
τοῦ διαφυλάξαι σε ἐν πάσαις όδοῖς. ι Οὐκοῦν διὰ
τούτων αὐτῶν τῷ Κυρίῳ λέλεκται ώς περὶ ἐτέρου
μείζονος τὸ, ι Τοῖς ἀγγέλοις αὑτοῦ ἐντελεῖται περὶ
σοῦ, τοῦ διαφυλάσσειν σε ἐν πάσαις ταῖς ὁδοῖς, Ἐπὶ
χειρῶν ἀροῦσί σε, δηλαδὴ σὲ τὸν Κύριον, μήποτε
σὺ ό Κύριος προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. ι
Ταύταις δὲ καὶ ό διάϐολος ταῖς λέξεσιν ἐν τῷ κατὰ τοῦ
Σωτῆρος ἡμῶν πειρασμῷ κέχρηται, ὅτε, «Παραλαϐὼν
ιύτδν είς τὴν ἁγίαν πόλιν, ἔστησεν αὑτὸν ἐπὶ τὺ
πτερύγιον τοῦ ἱεροῦ, xui. εἶπεν αὐτῷ’ Ei Υἱὸς εἶ τοῦ
θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω. Γέγραπται γὰρ.
ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ
ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον
τὸν πόδα σου. Πρὸς δν ό Κύριος ἡμῶν ἀποκριθεκ
εἴπεο Γέγραπταιο .οὕκ ἐκπειράσεις Κύριον τὸν

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.