PG 22, col. 904

Κυρίου Θεοῦ αὐτοῦ, καθὼς ἡ καρδία Δαϐὶδ τοῦ Πα-
τρδς αὑτοῦ. ι Καὶ μετὰ βραχύ · ι Τότε ᾡκοδόμησεΣο-
λομῶν ὑψηλὸν τῷ Χαμὼς είδὼλῳ Μωὰϐ ἐν δρει
ἐπὶ πρόσωπον Ἰερουσαλήμ· καὶ τῷ Μολχῶν εἰδώλῳ
υἱῶν ’Δμμὼν, καὶ τῇ Ἀστάρτῃ βδελύγματι Σιδω-
νίων ο καὶ οὕτως ἐποίησε πάσαις ταῖς γυναιξὶν αὑτοῦ
ταῖς ἀλλοτρίαις, αἳ ἐθυμίων καὶ ἔθυον τοῖς εἰδώλοις
αὐτῶνθ καὶ ὠργίσθη Κύριος ἐπὶ Σολομῶν, ὅτι ἐξ·
ἐκλινε καρδίαν αὐτοῦ ἀπὸ Κυρίου Θεοῦ Ἰσραήλ. ι Ei.
δὲ τὰ τοιαῦτα τοῦ Σολομῶνος κατηγορεῖται, πῶς οὖν
ἐφαρμόσεις αὑτῷ τὰ τοῦ ὅρκου, ἐφ’ ᾧ εἴρηται πρὸς
τοῖς ἄλλοις καὶ τό· ι Ἐγὼ ἔσομαι αὑτῷ εἰς πατέρα,
καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν ; ι ἀλλὰ γὰρ ἄντικρυς Σο-
λομῶνος μὲν ἀλλότρια ταῦτα· ἀνάγοιτο δ’ ἂν ἐπὶ
τὸν ἐκ σπέρματος Δασὶδ ἥξειν θεσπιζέμενον Χριστὸτ
τοῦ Θεοῦ, ὃς ἐκ σπέρματος Δαΰὶδ ἀνέστη.
Διὰ τί μετὰ τὸν Δαὸὶὸ οὐκ ἐπὶ τοὺς ἑξῆς διαδιῶ
κους τοῦ γένους κατάγει, ἀνατρέχει Gaia-tl τὸν
Ἀϐραὰμ, ἀλλ’ οὐκ ἐπὶ τὸν Ἀδὰμ, οὐδ’ ἐφ’
ἕτερόν τινα τῶν πάλαι θεοφιλῶν (ὲὺ-δρῶν.
Ἐπειδὴ πρώτῳ πάλιν τῷ Ἀϐρααμ περὶ ἧς κλή-
σεως τῶν ἐθνῶν διάφοροι ἐδέδοντο χρησμοί ο πρὸ γὰρ
τῆς Μωῦσέως νομοθεσίας, καὶ πρὸ τοῦ ’1ουᾰιίων
ἔθνους, οὐ μὴν ἀλλὰ καὶ πρὸ τῆς περιτομῆς, ἁλλο-
εθνὴς ὢνό Ἀϐραὰμ, καλ¹ τῆς Χαλδαίων γῆς ὁρμώμε-
νος, ἀπολείπει μὲν τὰ πατρῷα, Θεὸν δέ γνοὺς τὸν
ἐπὶ πάντων, μεμαρτύρηται ὡς ἄρα ἐπίστευσε τῷ
Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην ο δίκαιός τε
καὶ θεοφιλὴς ἀποπέφανται, οὐ διὰ περιτομὴν σῶμα·
τος, οὐδὲ διὰ φυλακὴν ἡμέρας σαϐϐάτου,ῆ ἑορτῶν,
νουμηνιῶν, οὐδὲ γε δι’ ἄλλης τινὸς παρὰ Μωῦσεί
φερομένης ἐθελοθρησκείας, ἀλλὰ δι’ὲπιγνώσεως τοῦ
ἐπὶ πάντων Θεοῦ, ἐπιφανείας δέ τοῦ ὀφθέντος αὑτῷ
Κυρίου (οὗτος δὲ ἦν ό ἡμέτερος Σωτὴρ, ό τοῦ Θεοῦ
Λόγος), διά τε σεμνοῦ καὶ ἐναρέτου βίου · τοῦτον
δ’ οὖν αὑτῷ κατορθοῦντι τῆς θεοσεϐείας τὸν τρόπον,
ἡ περὶ τῶν ἐθνῶν δέδοτο ἐπαγγελία, ὡς καὶ αὐτῶν
ποτε κατὰ τὸν τοῦ Ἀϐραὰμ ζῆλον θεοσεεῶν ὄντων
καὶ τῆς ῐσης τῷ θεοφιλεῖ καταξιωθησομένων εὐλογίας·
ὧν οὕτως ἐχόντων, ἀκόλουθον ἦν τῆς τῶν ἐθνῶν κλή-
σεως προπάτορα ὄντα τὸν Ἀϐραὰμ, ὑπὸ τοῦ εὐαγγε-
λιστοῦ δεύτερον παραληφθῆναι μετὰ τὸν Δαείδο
δυοῖν γὰρ τούτων ἐπιφανῶν ἀνδρῶν πρώτων ἠξιωμέ-
νων τῆς τοῦ Θεοῦ ἐπαγγελίας περί τε τῆς τοῦ Χρι-
στοῦ γενέσεως καὶ περὶτῆς κλήσεως τῶν ἐθνῶν,
χρῆναι δήπου τὸ μὲν πε pl. τῆς γενέσεως τοῦ πάντων
ἀνθρώπων Σωτῆρος τὰς ὑποσχέσεις εἰληφότα, προ-
τιμηθῆναι τῇ τάξει τοῦ τὰς περὶ τῶν ἐθνῶν ἐπαγγε-
λίας καταδεξαμένου ο δεύτερον δέ ἐν τῇ γενεαλογέςι
παραληφθῆναι τὸν τῶν ἐθνῶν ἀρχηγόν· διόπερή βί-
ϐλος Ἰησοῦ Χριστοῦ πρώτῳ μὲν ἀνάκειται τῷ κατὰ
σάρκα Ἰησοῦ Χριστοῦ προπάτορι, δεύτερον δὲ ΐῷ

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.