PG 24, col. 112

μιᾶς τάξεως οὕσης, μηδὲ λόγου Θεεῦ ἐν αὐτοῖς ποι-
τευομένου.
« Ὁτι ἐπιλήψεται ἄνθρωπος τοῦ δβελφοῦ αὐτοῦ,
ἢ τοῦ οἰκείου τοῦ πατρὸς αὐτοῦ, λέγων· Ἰμάτιον
ἔχεις, ἀρχηγὸς γενοῦ ἡμῶν, καὶ τὸ βρῶμα τὸ ἐμὸν
ὑπὸ σὲ ἔστω. Καὶ ἀποκριθεὶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
ἐρεῖ· Οὐκ ἔσομαί σου ἀρχηγός· οὐ γὰρ ἐν τῷ οἴκῳ
μοῦ ἐστιν ἄρτος, οὐδὲ ἱμάτιον. Οὐκ ἔσομαι ἀρχηγὸς
τοῦ λαοῦ τούτου, ὅτι ἀνεῖται Ἰερουσαλὴμ, καὶ ἡ
Ἰουδαία συμπέπτωκε. » Διὸ καὶ εἰς τοσαύτην πτω-
χείαν φρενῶν καὶ ἔνδειαν ἐλάσειν αὐτούς φησιν, ὡς
μηδὲ ἱματίου, μηδὲ ἄρτου εὐπορεῖν· ἱματίου μὲν.
ἐκλαμβάνεσθαι δυναμένου νοητῶς, τοῦ εὐσχήμονος
καὶ κοσμίου λόγου τοῦ καλύπτοντος αὐτῶν τῆς ψυχῆς
τὴν ἀσχημοσύνην· ἄρτου δὲ τοῦ τῆς διανοίας θρεπτι-
κοῦ.
« Καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας, τὰ πρὸς
Κύριον ἀπειθοῦντες· διότι νῦν ἐταπεινώθη ἡ δόξα
αὐτῶν. » (8) Ἡ οὐχὶ τὰς ἑαυτῶν ἠκόνησαν γλώσσας
κατὰ τοῦ Κυρίου, ὁπηνίκα τὰς ἀσεβεῖς ἡφίεσαν φω-
νὰς λέγοντες· « ἐἶρε, αἶρε αὐτόν· τὸ αἶμα αὐτοῦ ἐφʼ
ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν; » Τότε γᾶρ ὡς ἀλη-
θῶς ἡ γλῶσσα αὐτῶν καὶ τὰ ἐπιτηδεύματα αὐτῶν,
κατὰ τὸν Ἀκύλαν, κατὰ τοῦ Κυρίου γέγονεν, εἰς τὸ
παραπικρᾶναι αὐτὸν, κατὰ Σύμμαχον.
« Καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας, τὰ πρὸς
Κύριον ἀπειθοῦντες. Διότι νῦν ἐταπεινώθη ἡ δόξα
αὐτῶν, καὶ ἡ αἰσχύνη αὐτῶν τοῦ προσώπου ἀντέστη
αὐτοῖς. Τὴν δὲ ἀμαρτίαν αὐτῶν ὡς Σοδόμων ἀνήγ-
γειλαν καὶ ἐνεφάνισαν. Οὐαὶ τῇ ψυχῇ αὐτῶν, διότι
βεβούλευνται βουλὴν πονηρὰν καθʼ ἐαυτῶν, εἰπόντες·
Δήσωμεν τὸν δίκαιεν, ὅτι δύσχρηστος ἡμῖν ἐστιν. Τοί-
νυν τὰ γενννήματα τῶν ἔργων αὐτῶν φάγονται. Οὐαὶ
τῷ ἀνόμῳ, πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ
συμβήσεται αὐτῷ. Λαός μου, οἱ πράκτορες ὑμῶν κα-
λαμῶνται ὑμᾶς, καὶ «ἱ ἀπαιτοῦντες κυριεύουσιν
ὐμῶν. Δαός μου, sἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν
ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ἐκταράσσου-
σι (9). » Bουλόμενοι τὰ παρὰ τοῦ λαοῦ συνάγειν οἱ
ἄρχοντες τοῦ Ἰουδαίων ἔθνους διʼ ἀπαρχῶν καὶ δεκα-
τῶν, καὶ ἄλλων τῶν αὐττοῖς ὡς ἄρχουσι καὶ διδασκάλοις
προσφερομένων, οὐκ ἐπέτρεπον τὴν εἰς Χριστὸν
γνῶσιν αὐτοὺς ἀναλαβεῖν. Ἀπαιτοῦντες τοίνυν τὰ
προλεχθέντα κέρδη, τούτων ἔνεκα οὐδὲ τοὺς ἀμαρ-
τάνοντας ἤλεγχον· πάντα δὲ πρὸς κολακείαν ὀμε-
λοῦντες, ἐμακάριζον αὐτούς· καὶ ἀποτρέποντες τῆς
εὐθείας ὁδοῦ, τῆς ἀγούσης ἐπὶ τὸν σππeτήριον λόγον,
διέστρεφον αὐτῶν τὰ τῆς ψυχῆς βήματα.
« Ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν, καὶ στήσει
εἰς κρίσιν τὸν λαὸν αὐτοῦ· αὐτὸς Κύριος εἰς κρίσιν
ἡξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ μετὰ τῶν
ἀρχόντων αὐτοῦ. » Σφόδρα δὲ ἀκολούθως τὴν πρώτην
τοῦ Σωτῆρος παρουσίαν θεσπίσας, καὶ τὴν τῶν ἀρ-
χόντων τοῦ λαοῦ διαστροφὴν, τῆς δευτέρας ἀφίξεως
αὐτοῦ παραδίδωσι τὴν γνῶσιν, λέγων· «Αὐτὸς Κύριος
sæos, qui tnrpis lucri gratia, ut acciperent deci-
mas, ctc., ubi itcm quæ subsequunturlegesis.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.