PG 24, col. 113

ἀπελέγχειο λαὸν δὲ αὐτοῦ ἀποκαλεῖ, καὶ ἀμπελῶνα
αὑτοῦ ἐμπεπυρισμένον, τοὺς κατὰ συναρπαγὴν καὶ
διαστροφὴν τῶν διδασκάλων ἠπατημένους, οὓς ἀνα-
καλούμενος καὶ πρὸς ἑαυτὸν ἐπιστρέφων, ἀποτρέπει
τῆς τῶν πῳλεχθέντων διαστρόφου διδασκαλίας.
ι Τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου, καὶ τὸ πρόσ-
ωπον τῶν πτωχῶν καταισχύνετε; ι Ἐθος τοῖς ἀδι-
κοῦσι καὶ ἀποστεροῦσιν, ἐπειδὰν ἐγκαλοῦνται παρὰ
τῶν ἠδικημένων, ὕϐρεσι καὶ λοιδορίαις καταισχύνειν
αὐτοὺς, ἐξευτελίζοντες καὶ πληγὰς ἀπε ιλοῢντες. Τοῦτο
οὖν φησι, Τὴν ὑμῖν προσήκουσαν ἐκ τῆς ἀδικίας
αιτχύνην ταύτην, ἐκ τῆς τυραννίδος ὑμῶν τοῖς πτω-
χοῖς περιτρέπετε.
ι Τάδε λέγει Κύριοςο Ἀνθ’ὧν ὑψώθησαν αἱ θυγα-
τέρες Σιὼν, καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ, καὶ
ἐν νεύμασιν ὀφθαλμῶν, καὶ τῇ πορείᾳ τῶν ποδῶν,
ἅμα σύρουσαι τοὺς χιτῶνας, καὶ τοῖς ποσὶν ἅμα
παίζουσαν καὶ ταπεινώσει Κύριος ὁ Θεὸς ἀρχούσας
θυγατέρας Σιὼν, καὶ Κύριος ἀποκαλύψει τὸ σχῆμα
αὐτῶν. ι Δύναται δὲ ταῦτα μὴ περὶ μόνων γυναικῶν
λέγεσθαι, ἀλλὰ καὶ περὶ ψυχῶν χαύνων καὶ τεθηλυ-
μένων.
ΚΕΦΑΛΑΙΟΝ Δ’.
ι Καὶ ἐπιλήψονται ἑπτὰ γυναῖκες ἀνθρώπου ἑνὸς
λέγουσαν Τὸν ἄρτον ἡμῶν φαγόμεθα, καὶ⁸ τὰ ἱμάτια
ἡμῶν περιϐαλούμεθα· πλὴν τὸ ὄνομα τὸ σὺν κεκλή-
sag'..1'a;a".':';magas.ma; ἷέιᾶᾇξῖἱὲδ ο
αὐτοῦ ὄνομα, καὶ δοκεῖν ἐχειν τὸν προεστῶτα. Διὸ
ὡς πρὸς σπάνιόν τινα τοῦτον, τῶν πολλῶν ἀπολωλό-
sm, φασὶ πρὸς αὐτόν · ι Πλὴν τὸ ὔνομά σου κεκλή.
σθω ἐφ’ ἡμᾶς, ι καὶ τὰ ἑξῆς.
t Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ Θεὸς ἐν βουλῇ
μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ
καταλειφθὲν τοῦ Ἰσραήλ. Καὶ ἔσται τὸ ὑπολειφθὲν
ἓν Σιὼν, καὶ έδ ηταλειῲθέν ἐν Ἰερουσαλὴμ, οἳ κλη-
0‘ltthat πάντες, οἱ γραφέντες είς ζωὴν ἐν Ἰερου-
σαλήμ. ι Καὶ ἐστιν ἔργῳ παραλαϐεῖν ὅπως οἱ πρῶτοι
ἐκ τοῦ Ἰσραὴλ εἰς τὸν Χριστὸν πεπιστευκότες. ἀπό-
στολοι, καὶ μαθηταὶ, καὶ εύαγγελισταὶ τοῦ Σωτῆρος,
ὕψῖιθησαν καὶ ἐδοξάσθησαν, ὼς πανταχοῦ γῆς καὶ
καθ’ ὅλης τῆς οἰκουμένης ἐπιφανεῖς αὐτοὺς γενέσθαι*
καὶ εἰσέτι καὶ νῦν παρά πᾶσι τοῖς ἔθνεσιν, Ἕλλησί
τε καὶ βαρϐάροις, δοξάζεσθαι αὐτῶν καὶ τοῦνομα καὶ ‘
τὴν διδασκαλίαν. Μόνοι οὖν οὗτοι ἀγιοι κληθήσονται
οἱ καταξιωθέντες γραφῆναιέίς τὴν αἰώνιον ζωὴν τῆς
ἐπουρανίου Ἰερουσαλήμ. Καὶ τούτοις παράθες τοῦ
Σωτῆρος ἡμῶν τὴν πρὸς τοὺς ἀποστόλους φωνὴν,
δι’ ἧς εἴρηται, ι Ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν
τοῖς οὐρανοῖς. ι τ
ι Ὀτι ἐκπλυνεῖ Κύριος τὸν ῥύπον των υἱῶν καὶ των
θυγατέρων Σιὼν, καὶτὸ αἷμα Ἰερουσαλὴμ ἐκκαθαριεῖ
ἐκ μέσον αὐτῶν ἐν πνεύματι κρίσεως καὶ πνεύματι
⁸⁸ Luc. κ, 20.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.