PG 24, col. 18

τος ἦν 6 ὑπὸ Μωῦσέως γενόμενος Ἰσραὴλ, ᾧ ἐλέ-
γετο · Σιώπα, καὶ ἄκουε, Ἰσραήλ· καὶ Κύριος πο-
λεμήσει ὑπὲρ ὑμῶν, καὶ ὑμεῖς σιγήσεσθε.
Ἀριι ζῶντας ἂν κατέπιον ἡμᾶς.
Καὶ 6 περιστατικδς δὲ καιρὸς, εἰ καὶ σφοδρὸς,
ἀλλὰ χειμάρρου δίκην ὀλιγοχρόνιος.
Εὐλογητὸς Κύριος, κ. τ. λ.
Καὶ τίνα εὐλογεῖν καὶ ὑμνεῖν ἔδει ἐπὶ τῷ μὴ ἁλῶ-
ναι τοῖς βουλομένοις ζῶντας καταπιεῖν ἡμᾶς ἀν-
θρώποις, ἢ τὸν Κύριον τὸν ὄντα ὲν ήμῖν; οι ἐπὶ 16
Θηρεῦσαι ἡμᾶς ὁρμήσαντες, ἵνα καταφάγωσιν ἡμᾶς,
οὺ δεδύνηνται ὡς ἔσπευδον διαθεῖναι· ὲξηγριωμὲνοι
γὰρ οἱ ὼμόθυμοι λέοντες τοῖς ὀδοῦσιν αὐτῶν θηρεῦ-
σαι ἡμᾶς ὲγλίχοντο· ἀλλ’ οὐκ επέτυχον τοῦ σπον-
δαζομένου, μὴ δόντος ἡμᾶς τοῦ Κυρίου · ὃν καὶ εὑ-
λογοῦμεν ῥυσάμενον ἡμᾶς ἀπὸ τῶν φονικῶν καθ’
ἡμῶν διατεθέντων. ”
ΨΔΛΜΟΣ ΡΚΔ¹.
ὀρη κύκλῳ αὐτῆς.
Ταῦτά φασιν οῑ μετὰ τὴν μακρὰν ἐπανελθόντες
ὁδοιπορίαν ἐπὶ τὴν αἰσθητὴν Ἰερουσαλὴμ, ὡς ήδη
λοιπὸν ἐν ἀσφαλείᾳ γενόμενοι, οὐ τῷ τόπῳ, τῇ δὲ
πεποιθήσει τοῦ Κυρίου θαρροῦντες· δεδὴ κρεῖττον
τοῦ κατοικεῖν Ἰερουσαλήμ· καλ¹ ἐπεὶ τοῦτο (5) ποῦ
κρείττων ἦν 6 λαός; τοῦ μὲν τόπου ὅρη λέγεται
κύκλῳ· τοῦ δὲ λαοῦ, δι’ 6v καὶ 6 τόπος τετίμηται,
ὅντως ὀ Θεὸς, 6 καὶ 16v_161':ov φυλάττων, ὅτε ἄξιος
6 λαός.
Ἀπάξει Κύριος [tam ἑτῶν ἐργαζομένων τὴν
νομ αν.
νομιαν,
Τὸ ἀπάξει, τὸ παραδώσει δηλοῖ¹ είς τὴν ἀκαθαρ-
σίαν ἣν εἴλοντο, εἰς πάθη τε ἀτιμίας καὶ ἀδόκιμον
νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα.
Ψ ΑΛΜΟΣ ΡΚΕ’.
Ἑν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιών.
Οἱ ἀπόστολοι ταῦτα προφητεύονται λέξειν περὶ
ἑαυτῶν καὶτῶν έν τοῖς ἔθνεσι, καὶ μετὰ ταῦτα ἀπο-
φανεῖσθαι περὶ σπόρου καὶ θερισμοῦ· κατὰ τοὺς τοῦ
Δαϐὶδ χρόνους οὐκ ἦν ἠ αἰχμαλωσία ' τάχα οὖν περὶ
τῆς νοητῆς ταῦτα φησιν · ἐρεῖ δὲ ἄλλος, ὅτι προφητι-
κῶς τὸ μέλλον δηλοῦται (5³). - Μέρος τι τῆς αἰχμα-
λωσίας έπανελθὺν ἀπὸ τῆς Βαϐυλῶνος, καὶ ἀπολαϐὸν
τὴν Ἰερουσαλὴμ, περὶ τῶν ἀπομεινάντων ὲν Βαϐυ-
λῶνι τὴν προκειμένην ᾠδὴν ἐπ’ ἀγαθαῖς προσδοκίαις
ἀναπέμπει ’ φασὶ δὲ , ὅτι οὓπω μὲν τελείως τὰ τῆς
ἡμετέρας χαρᾶς πεπλήρωται · ἔσται δὲ τοῦτο ὅτε τὸ
πᾶν ἔθνος ἀπὸ τῆς πολεμίας ἐπὶ τὴν οἰκείαν γῆν
ἐπανέλθῃ· ταύτην δὲ τὴν διάνοιαν παρίστησιν ἡ τῶν
λοιπῶν ἑρμηνεία · ἀντὶ γὰρ τοῦ, ἐγενήθημεν ὡς πᾳ-
ῡακεκλημένοι, συμφώνως οἱ πάντες φασὶν,ἐγεγήθη-
μεν ὡς ἐνυπνιαζόμενοι, ἀλλ’ οὐχ ὕπαρ τὴν ἐλευθε-
(5⁶) Nonnullis Patribus, qui gradualium quoque
psalmorum angorem Davidem existimaverunt,
nunc addatur Eusebius.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.