PG 24, col. 22

τῶν εὐαγγελικῶν καὶ ἁποστολικῶν δικτύων ὁσημέραι
ζωγρούμενοι · πτωχοὶ δὲ αὐτῆς οἱ μακάριοι, ὅτι αύ-
τῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν · οἳ τὸν ἄρτον σι-
τοῦνται τὸν ἐξ οὐρανοῦ καταϐάντα · ἀλλὰ καὶ οἱ ταύ-
της ἱερεῖς, πρῶτον ἑαυτοὺς δικαιοσύνην, ὡς εἶπεν,
ἐνδύσαντες, ὑπὸ Θεοῦ περιϐάλλονται σωτηρίαν · εἶτα
λέγει περὶ τῶν ὁσίων, τῶν ἀρετῇ καὶ βίῳ διαπρεπόν-
των ὲν Ἐκκλησίᾳ’ περὶ ὧν ’Δκύλας μὲν ἔφη· Αἰνέ-
σει αὶνέσουσιν- ὁ δὲ Σύμμαχος, Εὺφημοῦντες εὐ-
φημήσουσιν.
Ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.
Τοῦτο περὶ Ἰωάννου φησι, κατὰ τὸ εἰρημένον πα-
ρὰ Κυρίου ' Ἐκεῖνος ἦν ὀ λύχνος ὁ καιόμενος καὶ
φαίνων. Ἐστι δὲταῦτα καὶ ἄλλως ἰδεῖν κατὰ τοὺς
τῶν διωγμῶν καιρούς · ὁ δὲ Σύμμαχος, ὁ ἁγιασμὸς,
εἶπεν, αὑτοῦ · ἁγιάζει γὰρ καθ’ ὅλης τῆς οἰκουμέ-
νης τὸ τοῦ Σωτῆρος ἡμῶν ὲν τῇ Ἐκκλησία ἀγίασμα.
ΨΑΔΜΟΣ ΡΛΒ’.
Ἰδοὺ δὴ τί κα.ιύνῆ τί τεμεῖν-ᾖν, ἀλλ’ ἢ τὸ κατ.
οικειι·.κ.τ. .
οηιειν, κ. τ. Λ.
Οὐ πᾶν τὸ καλὸν. ἥδη καὶ τερπνύν · οὐδὲ τὺ τερ-
πνὸν, πάντως καὶ καλόν - πολλὰ γὰρ ἡδέα μὲν, φαῦ-
λα δέ · ὡς καὶ ἕτερα ἐπίπονα μὲν, ἀγαθὰ δέ ⁸ ὁμόνοια
δὲ καὶ εἰρήνη ψυχῶν ὁμοφρονούντων καὶ ὁμοδοξούν-
των, ἄμφω κατὰ τὸ αὐτὸ καὶ τὸ τερπνὸν καὶ τὸ καλὸν
ἔχειν ἐπαινεῖται · οὺ τὸ κατοικεῖν ἀδελφοὺς ἁπλῶς,
ἀλλ’ ὅταν ἐπὶ τὸ αὐτὸ ὦσι, κατὰ τὸν Ἀπόστολον λέ-
γοντα· Ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶμὴ εἷενέγ
ὑμῖν σχίσματα· ἦτε δὲ κατηρτισμένοι τῷαύτῷ νοΐ
καὶ τῇ αὐτῇ γνώμῃ· διδάσκει δὲ τὸ καλὸν καὶ τδ τερ-
πνὸν μὴ ἐν σώματι, μηδὲ ὲν ἡδονῇ σαρκῶν τίθε-
σθαι.
Ὠς δρόσος Ἀερμὼν τέκᾳταὸαινουσα ἐπὶ τὰ ὅρη
ιων.
ιων.
Ὄρος ἐστὶν Ἀερμὼν, τὸ παρακείμενεον τῷ Λιϐά-
νῳ, ἐφ’ ὃ χιὼν συνάγεται πολλὴ, ἥντινα ὁ Λόγος δρό-
σον ὠνόμασενθ ἐπειδὴδὲ ἡ δρόσος ἐκείνη ἡ ὲκ πολ-
λῶν συναγομένη στα-γόνων, ὑφ’ ἒν σωματοποιεῖτάι
καὶ συμπήγνυται, εἰκότως τὴν τῆς Ἐκκλησίας ὁμό-
νοιαν καὶ συμφωνίαν ἀπείκασε δι’ ἐτέρου παραδεί-
γματος ού τῇ χιόνιμτῇ ἀπομενυύσῃ ἐν τῷ Ἀερμὼν
ὄρει, ἀλλὰ τῇ καταϐαινούσῃ ἐπὶ τὰ ὅρη Σιών ” ἵνα μὲν
γὰρ νοήσωμεν τὸ πλῆθος τῆς χιόνος, τὸ Ἀερμὼν ὅρος
παρείληπται· ἵνα δὲ τοῦ κατὰ Θεὸν πολιτεύματος τὴν
συμφωνίαν δηλώσῃ, ἐπὶ τὰ ὅρη Σιὼν ἔφη κατιέναι
την δρόσον.
Ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν.
Ἐκεῖ λέγει παρὰ τοῖς κατοικοῦσιν ἀδελφοῖς ἐπὶ τὸ
αὐτό· καὶ ζωὴν οὐ τὴν κοινὴν, ἀλλὰ τὴν ἀθάνατον.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.